<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.277-19.309</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.277-19.309</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="277">οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·</l><l n="278">τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="280">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="281">καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ</l><l n="282">οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς</l><l n="283">ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,</l><l n="284">χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·</l><l n="285">ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων</l><l n="286">οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.</l><l n="287">ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·</l><l n="288">ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="289">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="290">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="291">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="292">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="293">καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·</l><l n="294">καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,</l><l n="295">ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="296">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="297">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="298">ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν</l><l n="299">ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="300">ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη</l><l n="301">ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="302">δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.</l><l n="303">ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="304">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="305">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="306">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="307">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="309">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>