<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.259-19.281</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.259-19.281</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="259">τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="260">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l></q><l n="261"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="263">μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν</l><l n="264">τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·</l><l n="265">καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα</l><l n="266">κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,</l><l n="267">ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.</l><l n="268">ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="269">νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω</l><l n="270">ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα</l><l n="271">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="272">ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="273">αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους</l><l n="274">ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="275">Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ</l><l n="276">Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.</l><milestone n="277" unit="card" ed="p"/><l n="277">οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·</l><l n="278">τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="280">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="281">καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>