<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.243-19.299</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.243-19.299</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="243">αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.</l><l n="244">καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ</l><l n="245">εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.</l><l n="246">γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,</l><l n="247">Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων</l><l n="248">ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.</l></q><l n="249"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο,</l><l n="250">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="251">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.</l><l n="252">καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="253"><milestone unit="para" ed="P"/>νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν
                     ἐλεεινός,</l><l n="254">ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·</l><l n="255">αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,</l><l n="256">πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν</l><l n="257">κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="258">οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.</l><l n="259">τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="260">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l></q><l n="261"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="263">μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν</l><l n="264">τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·</l><l n="265">καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα</l><l n="266">κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,</l><l n="267">ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.</l><l n="268">ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="269">νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω</l><l n="270">ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα</l><l n="271">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="272">ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="273">αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους</l><l n="274">ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="275">Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ</l><l n="276">Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.</l><milestone n="277" unit="card" ed="p"/><l n="277">οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·</l><l n="278">τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="280">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="281">καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ</l><l n="282">οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς</l><l n="283">ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,</l><l n="284">χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·</l><l n="285">ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων</l><l n="286">οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.</l><l n="287">ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·</l><l n="288">ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="289">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="290">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="291">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="292">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="293">καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·</l><l n="294">καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,</l><l n="295">ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="296">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="297">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="298">ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν</l><l n="299">ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>