<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.236-19.258</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.236-19.258</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="236">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="237">οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,</l><l n="238">ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,</l><l n="239">ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς</l><l n="240">ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.</l><milestone n="241" unit="card" ed="p"/><l n="241">καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα</l><l n="242">καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,</l><l n="243">αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.</l><l n="244">καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ</l><l n="245">εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.</l><l n="246">γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,</l><l n="247">Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων</l><l n="248">ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.</l></q><l n="249"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο,</l><l n="250">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="251">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.</l><l n="252">καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="253"><milestone unit="para" ed="P"/>νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν
                     ἐλεεινός,</l><l n="254">ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·</l><l n="255">αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,</l><l n="256">πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν</l><l n="257">κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="258">οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>