<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.226-20.339</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.226-20.339</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="226">διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο</l><l n="227">αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·</l><l n="228">ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,</l><l n="229">ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,</l><l n="230">ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,</l><l n="231">αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.</l><l n="232">τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,</l><l n="233">οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·</l><l n="234">τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·</l><l n="235">ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.</l><l n="236">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="237">οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,</l><l n="238">ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,</l><l n="239">ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς</l><l n="240">ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.</l><milestone n="241" unit="card" ed="p"/><l n="241">καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα</l><l n="242">καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,</l><l n="243">αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.</l><l n="244">καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ</l><l n="245">εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.</l><l n="246">γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,</l><l n="247">Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων</l><l n="248">ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.</l></q><l n="249"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο,</l><l n="250">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="251">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.</l><l n="252">καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="253"><milestone unit="para" ed="P"/>νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν
                     ἐλεεινός,</l><l n="254">ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·</l><l n="255">αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,</l><l n="256">πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν</l><l n="257">κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="258">οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.</l><l n="259">τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="260">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l></q><l n="261"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="263">μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν</l><l n="264">τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·</l><l n="265">καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα</l><l n="266">κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,</l><l n="267">ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.</l><l n="268">ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="269">νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω</l><l n="270">ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα</l><l n="271">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="272">ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ</l><l n="273">αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους</l><l n="274">ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="275">Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ</l><l n="276">Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.</l><milestone n="277" unit="card" ed="p"/><l n="277">οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·</l><l n="278">τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,</l><l n="279">Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,</l><l n="280">οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο</l><l n="281">καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ</l><l n="282">οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς</l><l n="283">ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,</l><l n="284">χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·</l><l n="285">ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων</l><l n="286">οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.</l><l n="287">ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·</l><l n="288">ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="289">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="290">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="291">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="292">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="293">καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·</l><l n="294">καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,</l><l n="295">ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="296">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="297">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="298">ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν</l><l n="299">ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="300">ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη</l><l n="301">ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="302">δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.</l><l n="303">ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="304">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="305">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="306">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="307">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="309">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="310">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="311">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l><l n="312">ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·</l><l n="313">οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς</l><l n="314">τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ</l><l n="315">οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,</l><l n="316">ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,</l><l n="318">δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,</l><l n="319">ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.</l><l n="320">ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,</l><l n="321">ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται</l><l n="322">ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων</l><l n="323">τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον</l><l n="324">ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.</l><l n="325">πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν</l><l n="326">ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,</l><l n="327">εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν</l><l n="328">δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.</l><l n="329">ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,</l><l n="330">τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω</l><l n="331">ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·</l><l n="332">ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,</l><l n="333">τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι</l><l n="334">πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.</l></q><l n="335">τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="336">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="337">ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα</l><l n="338">ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα</l><l n="339">νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,</l><l n="340">κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·</l><l n="341">πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ</l><l n="342">ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.</l><l n="343">οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ</l><l n="344">γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο</l><l n="345">τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,</l><l n="346">εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,</l><l n="347">ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·</l><l n="348">τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="350">ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε</l><l n="351">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,</l><l n="352">ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·</l><l n="353">ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα</l><l n="354">ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,</l><l n="355">δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,</l><l n="356">ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.</l><l n="357">ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,</l><l n="358">νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς</l><l n="359">ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·</l><l n="360">αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,</l><l n="362">δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q type="unspecified"><l n="363"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς</l><l n="364">ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.</l><l n="365">οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ</l><l n="366">πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,</l><l n="367">ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο</l><l n="368">γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·</l><l n="369">νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="370">οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες</l><l n="371">ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,</l><l n="372">ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,</l><l n="373">τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων</l><l n="374">οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε</l><l n="375">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="376">τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης</l><l n="377">καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς</l><l n="378">κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·</l><l n="379">πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,</l><l n="380">ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="381">ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν</l><l n="384">ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν</l><l n="385">ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα</l><l n="387">τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ</l><l n="388">ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="389">ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·</l><l n="390">αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα</l><l n="391">οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.</l><l n="392">νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω</l><l n="393">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="394">Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,</l><l n="395">μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο</l><l n="396">κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν</l><l n="397">Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν</l><l n="398">ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.</l><l n="399">Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον</l><l n="400">παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·</l><l n="401">τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε</l><l n="402">παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="403"><milestone unit="para" ed="P"/>Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι</l><l n="404">παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.</l></q><milestone n="405" unit="card" ed="p"/><l n="405">τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="406">γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·</l><l n="407">πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,</l><l n="408">ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·</l><l n="409">τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,</l><l n="410">ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα</l><l n="411">ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,</l><l n="412">τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.</l></q><l n="413"><milestone unit="para" ed="P"/>τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ
                  δῶρα.</l><l n="414">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="415">χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="416">μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ</l><l n="417">κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.</l><l n="418">Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι</l><l n="419">δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,</l><l n="420">αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·</l><l n="421">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="422">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="423">ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.</l><l n="424">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="425">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="426">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="427">δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l><l n="428"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="429">βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ</l><l n="430">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="431">ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ</l><l n="432">Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.</l><l n="433">Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="434">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,</l><l n="435">οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν</l><l n="436">ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν</l><l n="437">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="438">ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="439">ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·</l><l n="440">τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,</l><l n="441">οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="442">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ</l><l n="443">ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.</l><l n="444">τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,</l><l n="445">ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο</l><l n="446">φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,</l><l n="447">στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς</l><l n="448">ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,</l><l n="449">οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς</l><l n="450">γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι</l><l n="451">λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.</l><l n="452">τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,</l><l n="453">ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·</l><l n="454">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><milestone n="455" unit="card" ed="p"/><l n="455">τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,</l><l n="456">ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο</l><l n="457">δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν</l><l n="458">ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.</l><l n="459">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="460">εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες</l><l n="461">καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον</l><l n="462">εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ</l><l n="463">χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,</l><l n="464">οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν</l><l n="465">ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,</l><l n="466">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l><l n="467"><milestone unit="para" ed="P"/>τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα</l><l n="468">γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·</l><l n="469">ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,</l><l n="470">ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.</l><l n="471">τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε</l><l n="472">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="473">ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·</l><q type="unspecified"><l n="474"><milestone unit="para" ed="P"/>ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε</l><l n="475">πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,</l><l n="477">πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.</l><l n="478">ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·</l><l n="479">τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="480">χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,</l><l n="481">τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.</l><q type="unspecified"><l n="482"><milestone unit="para" ed="P"/>μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες
                     αὐτὴ</l><l n="483">τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας</l><l n="484">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="485">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="486">σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.</l><l n="487">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="488">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="489">οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας</l><l n="490">δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.</l></q><l n="491"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l><q type="unspecified"><l n="492">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="493">οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,</l><l n="494">ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.</l><l n="495">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="496">εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="497">δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,</l><l n="498">αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.</l></q><milestone n="499" unit="card" ed="p"/><l n="499"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="500">μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.</l><l n="501">εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·</l><l n="502">ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.</l></q><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="504">οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.</l><l n="505">αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,</l><l n="506">αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς</l><l n="507">θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.</l><l n="508"><milestone unit="para" ed="P"/>τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="509">ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="510">καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,</l><l n="511">ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.</l><l n="512">αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·</l><l n="513">ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,</l><l n="514">ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·</l><l n="515">αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,</l><l n="516">κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ</l><l n="517">ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.</l><l n="518">ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,</l><l n="519">καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,</l><l n="520">δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,</l><l n="521">ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,</l><l n="522">παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ</l><l n="523">κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,</l><l n="524">ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,</l><l n="525">ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,</l><l n="526">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="527">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="528">ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="529">μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.</l><l n="530">παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,</l><l n="531">γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·</l><l n="532">νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,</l><l n="533">καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,</l><l n="534">κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.</l><l n="535">ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.</l><l n="536">χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν</l><l n="537">ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·</l><l n="538">ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης</l><l n="539">πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο</l><l n="540">ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.</l><l n="541">αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,</l><l n="542">ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,</l><l n="543">οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.</l><milestone n="544" unit="card" ed="p"/><l n="544">ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,</l><l n="545">φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·</l><q type="unspecified"><l n="546"><milestone unit="para" ed="P"/>θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·</l><l n="547">οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.</l><l n="548">χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις</l><l n="549">ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,</l><l n="550">ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.</l></q><l n="551"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·</l><l n="552">παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα</l><l n="553">πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.</l></q><l n="554"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="555">ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον</l><l n="556">ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς</l><l n="557">πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος</l><l n="558">πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.</l></q><l n="559"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="560">ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι</l><l n="561">γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.</l><l n="562">δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·</l><l n="563">αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·</l><l n="564">τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,</l><l n="565">οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·</l><l n="566">οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,</l><l n="567">οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.</l><l n="568">ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον</l><l n="569">ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.</l><l n="570">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="571">ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος</l><l n="572">οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,</l><l n="573">τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν</l><l n="574">ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·</l><l n="575">στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.</l><milestone n="576" unit="card" ed="p"/><l n="576">νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·</l><l n="577">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="578">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="579">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="580">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·</l><l n="581">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><l n="582"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="583">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="584">μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·</l><l n="585">πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="586">πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας</l><l n="587">νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.</l></q><l n="588"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="589">εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι</l><l n="590">τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.</l><l n="591">ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ</l><l n="592">ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν</l><l n="593">ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.</l><l n="594">ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα</l><l n="595">λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,</l><l n="596">αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="597">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l><l n="598">ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,</l><l n="599">ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.</l></q><l n="600"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="601">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><l n="602">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="603">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="604">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l></div><div n="20" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·</l><l n="2">κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε</l><l n="3">κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·</l><l n="4">Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.</l><l n="5">ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ</l><l n="6">κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες</l><l n="7">ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,</l><l n="8">ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.</l><l n="9">τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·</l><l n="10">πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="11">ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,</l><l n="12">ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι</l><l n="13">ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.</l><l n="14">ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα</l><l n="15">ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,</l><l n="16">ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·</l><l n="17">στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="18"><milestone unit="para" ed="P"/>τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ
                     ἔτλης.</l><l n="19">ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ</l><l n="20">ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις</l><l n="21">ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.</l></q><l n="22"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·</l><l n="23">τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα</l><l n="24">νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.</l><l n="25">ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,</l><l n="26">ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα</l><l n="27">αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,</l><l n="28">ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων</l><l n="29">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει</l><l n="30">μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη</l><l n="31">οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·</l><l n="32">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="33"><milestone unit="para" ed="P"/>τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε
                     φωτῶν;</l><l n="34">οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ</l><l n="35">καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.</l></q><l n="36"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="37">ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·</l><l n="38">ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="39">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,</l><l n="40">μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.</l><l n="41">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·</l><l n="42">εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,</l><l n="43">πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,</l><l n="46">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·</l><l n="47">αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω</l><l n="48">ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·</l><l n="49">εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων</l><l n="50">νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,</l><l n="51">καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.</l><l n="52">ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν</l><l n="53">πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.</l></q><l n="54"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν
                  ἔχευεν,</l><l n="55">αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.</l><l n="56"><milestone unit="para" ed="P"/>εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,</l><l n="57">λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·</l><l n="58">κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.</l><l n="59">αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,</l><l n="60">Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·</l><q type="unspecified"><l n="61"><milestone unit="para" ed="P"/>Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι
                     ἤδη</l><l n="62">ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο</l><l n="63">αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα</l><l n="64">οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,</l><l n="65">ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.</l><l n="66">ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·</l><l n="67">τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο</l><l n="68">ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη</l><l n="69">τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·</l><l n="70">Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν</l><l n="71">εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,</l><l n="72">ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.</l><l n="73">εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,</l><l n="74">κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—</l><l n="75">ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,</l><l n="76">μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—</l><l n="77">τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο</l><l n="78">καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·</l><l n="79">ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,</l><l n="80">ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα</l><l n="81">ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,</l><l n="82">μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.</l><l n="83">ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις</l><l n="84">ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,</l><l n="85">νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,</l><l n="86">ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—</l><l n="87">αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.</l><l n="88">τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,</l><l n="89">τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ</l><l n="90">χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.</l></q><milestone n="91" unit="card" ed="p"/><l n="91"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="92">τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·</l><l n="93">μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν</l><l n="94">ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.</l><l n="95">χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,</l><l n="96">ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην</l><l n="97">θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="98"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ
                     ὑγρὴν</l><l n="99">ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,</l><l n="100">φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων</l><l n="101">ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.</l></q><l n="102"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,</l><l n="103">αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="104">ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.</l><l n="105">φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς</l><l n="106">πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,</l><l n="107">τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες</l><l n="108">ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.</l><l n="109">αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,</l><l n="110">ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·</l><l n="111">ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν
                     ἀνάσσεις,</l><l n="113">ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,</l><l n="114">οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.</l><l n="115">κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·</l><l n="116">μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε</l><l n="117">ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,</l><l n="118">οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν</l><l n="119">ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.</l></q><l n="120"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς</l><l n="121">Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.</l><l n="122"><milestone unit="para" ed="P"/>αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="123">ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.</l><l n="124">Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,</l><l n="125">εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·</l><l n="126">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="127">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·</l><l n="128">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·</l><q type="unspecified"><l n="129"><milestone unit="para" ed="P"/>μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ</l><l n="130">εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;</l><l n="131">τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·</l><l n="132">ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων</l><milestone n="133" unit="card" ed="p"/><l n="133">χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.</l></q><l n="134"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l><q type="unspecified"><l n="135">οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.</l><l n="136">οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,</l><l n="137">σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.</l><l n="138">ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,</l><l n="139">ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,</l><l n="140">αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,</l><l n="141">οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,</l><l n="142">ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν</l><l n="143">ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.</l></q><l n="144"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="145">ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="146">βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="147">ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,</l><l n="148">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,</l><l n="150">ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας</l><l n="151">βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας</l><l n="152">πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας</l><l n="153">καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ</l><l n="154">ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.</l><l n="155">οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,</l><l n="156">ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.</l></q><l n="157"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο.</l><l n="158">αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,</l><l n="159">αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.</l><l n="160"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα</l><l n="161">εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες</l><l n="162">ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης</l><l n="163">τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.</l><l n="164">καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,</l><l n="165">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="166"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,</l><l n="167">ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="169">αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,</l><l n="170">ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται</l><l n="171">οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="173">ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.</l><l n="174">αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,</l><l n="175">δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="176">καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="177">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·</l><q type="unspecified"><l n="178"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα</l><l n="179">ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;</l><l n="180">πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω</l><l n="181">πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον</l><l n="182">αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις
                  Ὀδυσσεύς,</l><l n="184">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="185"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος
                  ἀνδρῶν,</l><l n="186">βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.</l><l n="187">πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους</l><l n="188">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.</l><l n="189">καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="190">αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·</l><q type="unspecified"><l n="191"><milestone unit="para" ed="P"/>τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,</l><l n="192">ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι</l><l n="193">ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;</l><l n="194">δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·</l><l n="195">ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,</l><l n="196">ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,</l><l n="198">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="199"><milestone unit="para" ed="P"/>χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ
                     ὀπίσσω</l><l n="200">ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.</l><l n="201">Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="202">οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,</l><l n="203">μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.</l><l n="204">ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε</l><l n="205">μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω</l><l n="206">τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,</l><l n="207">εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.</l><l n="208">εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="209">ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν</l><l n="210">εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.</l><l n="211">νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως</l><l n="212">ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·</l><l n="213">τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς</l><l n="214">ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,</l><l n="215">οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη</l><l n="216">κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.</l><l n="217">αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="218">πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος</l><l n="219">ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,</l><l n="220">ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα</l><l n="221">βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.</l><l n="222">καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων</l><l n="223">ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·</l><l n="224">ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν</l><l n="225">ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.</l></q><milestone n="226" unit="card" ed="p"/><l n="226"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="227">βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,</l><l n="228">γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,</l><l n="229">τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="230">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα</l><l n="231">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,</l><l n="232">ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·</l><l n="233">σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,</l><l n="234">κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.</l></q><l n="235">τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="236">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·</l><l n="237">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="238"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι</l><l n="239">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="240"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="241">μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="242">ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,</l><l n="243">αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.</l><l n="244">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,</l><l n="246">Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="248">ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="249">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="250">οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,</l><l n="251">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·</l><l n="252">σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον</l><l n="253">κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.</l><l n="254">σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,</l><l n="255">καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.</l><l n="256">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="257"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,</l><l n="258">ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,</l><l n="259">δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·</l><l n="260">πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="261">ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·</l><l n="263">κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω</l><l n="264">πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν</l><l n="265">οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.</l><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l><l n="267">καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.</l></q><milestone n="268" unit="card" ed="p"/><l n="268"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="269">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="270">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,</l><l n="272">Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.</l><l n="273">οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη</l><l n="274">παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.</l></q><l n="275"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="276">κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην</l><l n="277">ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="278">ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="279"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="280">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·</l><l n="281">πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο</l><l n="282">ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει</l><l n="283">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.</l><l n="284"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="285">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="286">δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.</l><l n="287">ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,</l><l n="288">Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·</l><l n="289">ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι</l><l n="290">μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.</l><l n="291">ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω·</l><l n="293">μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,</l><l n="294">ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="295">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.</l><l n="296">ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς</l><l n="297">ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ</l><l n="298">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l></q><milestone n="299" unit="card" ed="p"/><l n="299"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.</l><l n="300">κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς</l><l n="301">ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ</l><l n="302">σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.</l><l n="303">Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="304"><milestone unit="para" ed="P"/>Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο
                     θυμῷ·</l><l n="305">οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.</l><l n="306">ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,</l><l n="307">καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο</l><l n="308">ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ</l><l n="309">φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="310">ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="311">ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,</l><l n="312">μήλων σφαζομένων οἴνοιό τε πινομένοιο</l><l n="313">καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.</l><l n="314">ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·</l><l n="315">εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,</l><l n="316">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη</l><l n="317">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="318">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="319">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="321">ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="322"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="323">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="324">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="325">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="326">Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην</l><l n="327">ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.</l><l n="328">ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="330">τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε</l><l n="331">μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,</l><l n="332">εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·</l><l n="333">νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.</l><l n="334">ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,</l><l n="335">γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,</l><l n="336">ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,</l><l n="337">ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="339">οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>