<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.209-19.231</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.209-19.231</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="209">κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="210">θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,</l><l n="211">ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος</l><l n="212">ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.</l><l n="213">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="214">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,</l><l n="216">εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι</l><l n="217">ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.</l><l n="218">εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,</l><l n="219">αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="221">ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα</l><l n="222">εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν</l><l n="223">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·</l><l n="224">αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.</l><l n="225">χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,</l><l n="226">διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο</l><l n="227">αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·</l><l n="228">ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,</l><l n="229">ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,</l><l n="230">ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,</l><l n="231">αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>