<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.20-19.140</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.20-19.140</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="20">νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="22">αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο</l><l n="23">οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.</l><l n="24">ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;</l><l n="25">δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.</l></q><l n="26"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="27">ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε</l><l n="28">χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.</l><l n="30">κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.</l><l n="31">τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς</l><l n="32">ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας</l><l n="33">ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,</l><l n="34">χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.</l><l n="35">δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·</l><q type="unspecified"><l n="36"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν
                     ὁρῶμαι.</l><l n="37">ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,</l><l n="38">εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες</l><l n="39">φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.</l><l n="40">ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="41"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="42">σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·</l><l n="43">αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.</l><l n="44">ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,</l><l n="45">ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·</l><l n="46">ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="48">κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,</l><l n="49">ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="50">ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.</l><l n="51">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="52">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.</l><l n="53"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="54">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.</l><l n="55">τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,</l><l n="56">δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων</l><l n="57">ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε</l><l n="58">προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.</l><l n="59">ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.</l><l n="60">ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.</l><l n="61">αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας</l><l n="62">καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·</l><l n="63">πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν</l><l n="64">νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.</l><l n="65">ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·</l><q type="unspecified"><l n="66">ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα</l><l n="67">δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;</l><l n="68">ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·</l><l n="69">ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.</l></q><l n="70"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="71">δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;</l><l n="72">ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="73">πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.</l><l n="74">τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι</l><l n="75">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="76">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="77">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="78">ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ</l><l n="79">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><l n="80">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·</l><l n="81">τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς</l><l n="82">ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·</l><l n="83">μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,</l><l n="84">ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.</l><l n="85">εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,</l><l n="86">ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,</l><l n="87">Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν</l><l n="88">λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.</l></q><milestone n="89" unit="card" ed="p"/><l n="89"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,</l><l n="90">ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="91"><milestone unit="para" ed="P"/>πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με
                     λήθεις</l><l n="92">ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·</l><l n="93">πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς</l><l n="94">ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν</l><l n="95">ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="97">Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="98">ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ</l><l n="99">ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.</l></q><l n="100">ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα</l><l n="101">δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·</l><l n="102">ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="104"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="105">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><l n="106"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="107">ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="108">νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,</l><l n="109">ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς</l><l n="110">ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων</l><l n="111">εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα</l><l n="112">πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,</l><l n="113">τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς</l><l n="114">ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.</l><l n="115">τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,</l><l n="116">μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,</l><l n="117">μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων</l><l n="118">μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ</l><l n="119">οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε</l><l n="120">ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·</l><l n="121">μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,</l><l n="122">φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="124">ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="125">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="126">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς</l><l n="127">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="128">μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="129">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="130">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="131">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="132">οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,</l><l n="133">οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="134">τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων</l><l n="135">οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·</l><l n="136">ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.</l><l n="137">οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.</l><l n="138">φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,</l><l n="139">στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,</l><l n="140">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>