<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.198-19.270</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.198-19.270</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="198">καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.</l><l n="199">ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·</l><l n="200">εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ</l><l n="201">εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.</l><l n="202">τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·</l><l n="204">τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·</l><l n="205">ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,</l><l n="206">ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·</l><l n="207">τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·</l><l n="208">ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,</l><l n="209">κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="210">θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,</l><l n="211">ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος</l><l n="212">ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.</l><l n="213">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="214">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,</l><l n="216">εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι</l><l n="217">ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.</l><l n="218">εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,</l><l n="219">αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="221">ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα</l><l n="222">εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν</l><l n="223">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·</l><l n="224">αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.</l><l n="225">χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,</l><l n="226">διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο</l><l n="227">αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·</l><l n="228">ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,</l><l n="229">ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,</l><l n="230">ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,</l><l n="231">αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.</l><l n="232">τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,</l><l n="233">οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·</l><l n="234">τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·</l><l n="235">ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.</l><l n="236">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="237">οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,</l><l n="238">ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,</l><l n="239">ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς</l><l n="240">ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.</l><milestone n="241" unit="card" ed="p"/><l n="241">καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα</l><l n="242">καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,</l><l n="243">αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.</l><l n="244">καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ</l><l n="245">εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.</l><l n="246">γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,</l><l n="247">Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων</l><l n="248">ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.</l></q><l n="249"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε
                  γόοιο,</l><l n="250">σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.</l><l n="251">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.</l><l n="252">καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="253"><milestone unit="para" ed="P"/>νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν
                     ἐλεεινός,</l><l n="254">ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·</l><l n="255">αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,</l><l n="256">πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν</l><l n="257">κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις</l><l n="258">οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.</l><l n="259">τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς</l><l n="260">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l></q><l n="261"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="262">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="263">μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν</l><l n="264">τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·</l><l n="265">καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα</l><l n="266">κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,</l><l n="267">ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.</l><l n="268">ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·</l><l n="269">νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω</l><l n="270">ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>