<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.190-19.212</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.190-19.212</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="190">αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·</l><l n="191">ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.</l><l n="192">τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς</l><l n="193">οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.</l><l n="194">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="195">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·</l><l n="196">καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,</l><l n="197">δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας</l><l n="198">καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.</l><l n="199">ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·</l><l n="200">εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ</l><l n="201">εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.</l><l n="202">τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·</l><l n="204">τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·</l><l n="205">ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,</l><l n="206">ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·</l><l n="207">τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·</l><l n="208">ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,</l><l n="209">κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="210">θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,</l><l n="211">ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος</l><l n="212">ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>