<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.167-19.189</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.167-19.189</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="167">ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις</l><l n="168">πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης</l><l n="169">ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,</l><l n="170">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·</l><l n="171">ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="172">Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,</l><l n="173">καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι</l><l n="174">πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.</l><l n="175">ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,</l><l n="176">ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,</l><l n="177">Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.</l><l n="178">τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως</l><l n="179">ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,</l><l n="180">πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος</l><l n="181">Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="182">ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω</l><l n="183">ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,</l><l n="184">ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.</l><l n="185">ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.</l><l n="186">καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,</l><l n="187">ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·</l><l n="188">στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,</l><l n="189">ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>