<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.148-19.220</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.148-19.220</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="149">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,</l><l n="150">νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.</l><l n="151">ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·</l><l n="152">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="153">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="154">καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,</l><l n="155">εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.</l><l n="156">ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·</l><l n="157">νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην</l><l n="158">μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες</l><l n="159">γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,</l><l n="160">γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα</l><l n="161">οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.</l><l n="162">ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.</l><l n="163">οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.</l></q><l n="164"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="165">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="166">οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;</l><l n="167">ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις</l><l n="168">πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης</l><l n="169">ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,</l><l n="170">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·</l><l n="171">ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="172">Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,</l><l n="173">καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι</l><l n="174">πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.</l><l n="175">ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,</l><l n="176">ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,</l><l n="177">Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.</l><l n="178">τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως</l><l n="179">ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,</l><l n="180">πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος</l><l n="181">Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="182">ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω</l><l n="183">ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,</l><l n="184">ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.</l><l n="185">ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.</l><l n="186">καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,</l><l n="187">ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·</l><l n="188">στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,</l><l n="189">ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.</l><milestone n="190" unit="card" ed="p"/><l n="190">αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·</l><l n="191">ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.</l><l n="192">τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς</l><l n="193">οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.</l><l n="194">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="195">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·</l><l n="196">καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,</l><l n="197">δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας</l><l n="198">καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.</l><l n="199">ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·</l><l n="200">εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ</l><l n="201">εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.</l><l n="202">τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·</l><l n="204">τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·</l><l n="205">ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,</l><l n="206">ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·</l><l n="207">τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·</l><l n="208">ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,</l><l n="209">κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="210">θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,</l><l n="211">ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος</l><l n="212">ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.</l><l n="213">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="214">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,</l><l n="216">εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι</l><l n="217">ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.</l><l n="218">εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,</l><l n="219">αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>