<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.140-19.162</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.140-19.162</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="140">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·</l><q type="unspecified"><l n="141"><milestone unit="para" ed="P"/>κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="142">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="143">ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—</l><l n="144">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="145">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·</l><l n="146">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="147">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="148" unit="card" ed="p"/><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="149">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,</l><l n="150">νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.</l><l n="151">ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·</l><l n="152">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="153">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="154">καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,</l><l n="155">εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.</l><l n="156">ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·</l><l n="157">νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην</l><l n="158">μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες</l><l n="159">γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,</l><l n="160">γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα</l><l n="161">οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.</l><l n="162">ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>