<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.121-19.143</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.121-19.143</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="121">μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,</l><l n="122">φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="124">ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="125">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="126">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς</l><l n="127">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="128">μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="129">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="130">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="131">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="132">οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,</l><l n="133">οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="134">τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων</l><l n="135">οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·</l><l n="136">ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.</l><l n="137">οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.</l><l n="138">φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,</l><l n="139">στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,</l><l n="140">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·</l><q type="unspecified"><l n="141"><milestone unit="para" ed="P"/>κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="142">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="143">ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>