<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.88-18.144</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.88-18.144</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><l n="88"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε
                  γυῖα.</l><l n="89">ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.</l><l n="90">δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="91">ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,</l><l n="92">ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.</l><l n="93">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="94">ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.</l><l n="95">δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον</l><l n="96">Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω</l><l n="97">ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,</l><l n="98">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας</l><l n="99">λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ</l><l n="100">χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="101">ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="102">αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς</l><l n="103">εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,</l><l n="104">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="105"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,</l><l n="106">μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι</l><l n="107">λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.</l></q><l n="108"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,</l><l n="109">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.</l><l n="110">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω</l><l n="111">ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,</l><l n="113">ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,</l><l n="114">ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας</l><l n="115">ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε</l><l n="116">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.</l></q><l n="117"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.</l><l n="118">Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,</l><l n="119">ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ</l><l n="120">ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας</l><l n="121">καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·</l><q type="unspecified"><l n="122"><milestone unit="para" ed="P"/>χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ
                     ὀπίσσω</l><l n="123">ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.</l></q><milestone n="124" unit="card" ed="p"/><l n="124"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="125">Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·</l><l n="126">τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,</l><l n="127">Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·</l><l n="128">τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.</l><l n="129">τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="130">οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,</l><l n="131">πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l><l n="132">οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,</l><l n="133">ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·</l><l n="134">ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,</l><l n="135">καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·</l><l n="136">τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων</l><l n="137">οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="138">καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,</l><l n="139">πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,</l><l n="140">πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.</l><l n="141">τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,</l><l n="142">ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.</l><l n="143">οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,</l><l n="144">κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>