<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.85-18.107</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.85-18.107</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="85">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="86">ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,</l><l n="87">μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.</l></q><milestone n="88" unit="card" ed="p"/><l n="88"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε
                  γυῖα.</l><l n="89">ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.</l><l n="90">δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="91">ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,</l><l n="92">ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.</l><l n="93">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="94">ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.</l><l n="95">δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον</l><l n="96">Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω</l><l n="97">ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,</l><l n="98">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας</l><l n="99">λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ</l><l n="100">χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="101">ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="102">αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς</l><l n="103">εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,</l><l n="104">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="105"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,</l><l n="106">μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι</l><l n="107">λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>