<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.62-18.84</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.62-18.84</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="62">τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν</l><l n="63">δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·</l><l n="64">ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,</l><l n="65">Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="67">ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς</l><l n="68">καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι</l><l n="69">στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη</l><l n="70">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.</l><l n="71">μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·</l><l n="72">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="73"><milestone unit="para" ed="P"/>ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,</l><l n="74">οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.</l></q><l n="75"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.</l><l n="76">ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ</l><l n="77">δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.</l><l n="78">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,</l><l n="80">εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,</l><l n="81">ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.</l><l n="82">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="83">αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,</l><l n="84">πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>