<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.62-18.199</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.62-18.199</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="62">τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν</l><l n="63">δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·</l><l n="64">ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,</l><l n="65">Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="67">ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς</l><l n="68">καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι</l><l n="69">στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη</l><l n="70">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.</l><l n="71">μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·</l><l n="72">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="73"><milestone unit="para" ed="P"/>ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,</l><l n="74">οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.</l></q><l n="75"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.</l><l n="76">ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ</l><l n="77">δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.</l><l n="78">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,</l><l n="80">εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,</l><l n="81">ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.</l><l n="82">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="83">αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,</l><l n="84">πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,</l><l n="85">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="86">ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,</l><l n="87">μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.</l></q><milestone n="88" unit="card" ed="p"/><l n="88"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε
                  γυῖα.</l><l n="89">ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.</l><l n="90">δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="91">ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,</l><l n="92">ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.</l><l n="93">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="94">ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.</l><l n="95">δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον</l><l n="96">Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω</l><l n="97">ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,</l><l n="98">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας</l><l n="99">λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ</l><l n="100">χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="101">ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="102">αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς</l><l n="103">εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,</l><l n="104">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="105"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,</l><l n="106">μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι</l><l n="107">λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.</l></q><l n="108"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,</l><l n="109">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.</l><l n="110">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω</l><l n="111">ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,</l><l n="113">ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,</l><l n="114">ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας</l><l n="115">ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε</l><l n="116">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.</l></q><l n="117"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.</l><l n="118">Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,</l><l n="119">ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ</l><l n="120">ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας</l><l n="121">καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·</l><q type="unspecified"><l n="122"><milestone unit="para" ed="P"/>χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ
                     ὀπίσσω</l><l n="123">ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.</l></q><milestone n="124" unit="card" ed="p"/><l n="124"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="125">Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·</l><l n="126">τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,</l><l n="127">Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·</l><l n="128">τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.</l><l n="129">τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="130">οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,</l><l n="131">πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l><l n="132">οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,</l><l n="133">ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·</l><l n="134">ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,</l><l n="135">καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·</l><l n="136">τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων</l><l n="137">οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="138">καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,</l><l n="139">πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,</l><l n="140">πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.</l><l n="141">τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,</l><l n="142">ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.</l><l n="143">οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,</l><l n="144">κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν</l><l n="145">ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης</l><l n="146">δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων</l><l n="147">οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,</l><l n="148">ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·</l><l n="149">οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω</l><l n="150">μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.</l></q><l n="151"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,</l><l n="152">ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.</l><l n="153">αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,</l><l n="154">νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.</l><l n="155">ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη</l><l n="156">Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.</l><l n="157">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="158"><milestone unit="para" ed="P"/>τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="159">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="160">μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα</l><l n="161">θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο</l><l n="162">μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.</l><l n="163">ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="164"><milestone unit="para" ed="P"/>Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος
                     γε,</l><l n="165">μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·</l><l n="166">παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,</l><l n="167">μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,</l><l n="168">οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.</l></q><milestone n="169" unit="card" ed="p"/><l n="169"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="170">ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.</l><l n="171">ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="172">χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·</l><l n="173">μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα</l><l n="174">ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.</l><l n="175">ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα</l><l n="176">ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="178">Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,</l><l n="179">χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·</l><l n="180">ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,</l><l n="181">ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.</l><l n="182">ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι</l><l n="183">ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·</l><l n="184">οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.</l></q><l n="185"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="186">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="187"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="188">κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,</l><l n="189">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα</l><l n="190">αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων</l><l n="191">ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.</l><l n="192">κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν</l><l n="193">ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια</l><l n="194">χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·</l><l n="195">καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="196">λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.</l><l n="197">ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,</l><l n="198">ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο</l><l n="199">φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>