<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.401-19.17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.401-19.17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="401"><milestone unit="para" ed="P"/>αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι</l><l n="402">πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.</l><l n="403">νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς</l><l n="404">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l></q><l n="405">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><q type="unspecified"><l n="406">δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ</l><l n="407">βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.</l><l n="408">ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,</l><l n="409">ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.</l></q><l n="410"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="411">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="412">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε</l><l n="413">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="415">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="416">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="417">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="418">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="419">ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·</l><l n="420">τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος</l><l n="421">Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.</l><l n="423">τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,</l><l n="424">κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·</l><l n="425">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι</l><l n="426">σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.</l><l n="427">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="428">βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.</l></div><div n="19" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="2">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·</l><l n="3">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω</l><l n="5">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="6">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="7">ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει</l><l n="8">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="9">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="10">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων</l><l n="11">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="12">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="13">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q></q><l n="14"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="15">ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="16"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι
                     γυναῖκας,</l><l n="17">ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>