<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.398-18.413</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.398-18.413</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><l n="398">αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.</l><l n="399">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="400">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="401"><milestone unit="para" ed="P"/>αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι</l><l n="402">πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.</l><l n="403">νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς</l><l n="404">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l></q><l n="405">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><q type="unspecified"><l n="406">δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ</l><l n="407">βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.</l><l n="408">ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,</l><l n="409">ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.</l></q><l n="410"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="411">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="412">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε</l><l n="413">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>