<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.394-19.72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.394-19.72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="395">Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,</l><l n="396">Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα</l><l n="397">δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,</l><l n="398">αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.</l><l n="399">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="400">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="401"><milestone unit="para" ed="P"/>αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι</l><l n="402">πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.</l><l n="403">νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς</l><l n="404">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l></q><l n="405">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><q type="unspecified"><l n="406">δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ</l><l n="407">βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.</l><l n="408">ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,</l><l n="409">ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.</l></q><l n="410"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="411">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="412">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε</l><l n="413">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="415">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="416">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="417">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="418">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="419">ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·</l><l n="420">τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος</l><l n="421">Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.</l><l n="423">τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,</l><l n="424">κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·</l><l n="425">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι</l><l n="426">σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.</l><l n="427">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="428">βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.</l></div><div n="19" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="2">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·</l><l n="3">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω</l><l n="5">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="6">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="7">ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει</l><l n="8">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="9">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="10">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων</l><l n="11">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="12">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="13">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q></q><l n="14"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="15">ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="16"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι
                     γυναῖκας,</l><l n="17">ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς</l><l n="18">καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει</l><l n="19">πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.</l><l n="20">νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="22">αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο</l><l n="23">οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.</l><l n="24">ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;</l><l n="25">δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.</l></q><l n="26"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="27">ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε</l><l n="28">χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.</l><l n="30">κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.</l><l n="31">τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς</l><l n="32">ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας</l><l n="33">ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,</l><l n="34">χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.</l><l n="35">δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·</l><q type="unspecified"><l n="36"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν
                     ὁρῶμαι.</l><l n="37">ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,</l><l n="38">εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες</l><l n="39">φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.</l><l n="40">ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="41"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="42">σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·</l><l n="43">αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.</l><l n="44">ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,</l><l n="45">ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·</l><l n="46">ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="48">κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,</l><l n="49">ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="50">ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.</l><l n="51">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="52">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.</l><l n="53"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="54">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.</l><l n="55">τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,</l><l n="56">δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων</l><l n="57">ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε</l><l n="58">προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.</l><l n="59">ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.</l><l n="60">ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.</l><l n="61">αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας</l><l n="62">καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·</l><l n="63">πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν</l><l n="64">νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.</l><l n="65">ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·</l><q type="unspecified"><l n="66">ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα</l><l n="67">δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;</l><l n="68">ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·</l><l n="69">ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.</l></q><l n="70"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="71">δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;</l><l n="72">ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>