<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.39-18.103</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.39-18.103</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="39">χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.</l></q><l n="40"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,</l><l n="41">ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.</l><l n="42">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω.</l><l n="44">γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ</l><l n="45">κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·</l><l n="46">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,</l><l n="47">τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·</l><l n="48">αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον</l><l n="49">πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.</l></q><milestone n="50" unit="card" ed="p"/><l n="50"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="51">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="52"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι</l><l n="53">ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ</l><l n="54">ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.</l><l n="55">ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,</l><l n="56">μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ</l><l n="57">πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.</l></q><l n="58"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς
                  ἐκέλευεν.</l><l n="59">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="60">τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="61"><milestone unit="para" ed="P"/>ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="62">τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν</l><l n="63">δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·</l><l n="64">ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,</l><l n="65">Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="67">ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς</l><l n="68">καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι</l><l n="69">στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη</l><l n="70">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.</l><l n="71">μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·</l><l n="72">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="73"><milestone unit="para" ed="P"/>ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,</l><l n="74">οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.</l></q><l n="75"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.</l><l n="76">ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ</l><l n="77">δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.</l><l n="78">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,</l><l n="80">εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,</l><l n="81">ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.</l><l n="82">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="83">αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,</l><l n="84">πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,</l><l n="85">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="86">ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,</l><l n="87">μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.</l></q><milestone n="88" unit="card" ed="p"/><l n="88"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε
                  γυῖα.</l><l n="89">ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.</l><l n="90">δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="91">ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,</l><l n="92">ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.</l><l n="93">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="94">ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.</l><l n="95">δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον</l><l n="96">Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω</l><l n="97">ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,</l><l n="98">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας</l><l n="99">λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ</l><l n="100">χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="101">ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="102">αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς</l><l n="103">εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>