<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.376-19.233</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.376-19.233</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="376">εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων</l><l n="377">σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε</l><l n="378">καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,</l><l n="379">τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,</l><l n="380">οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.</l><l n="381">ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·</l><l n="382">καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,</l><l n="383">οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.</l><l n="384">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="385">αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,</l><l n="386">φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.</l></q><l n="387"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="388">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="389"><milestone unit="para" ed="P"/>ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ
                     ἀγορεύεις</l><l n="390">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="391">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="392">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="393">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l></q><milestone n="394" unit="card" ed="p"/><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="395">Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,</l><l n="396">Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα</l><l n="397">δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,</l><l n="398">αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.</l><l n="399">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="400">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="401"><milestone unit="para" ed="P"/>αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι</l><l n="402">πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.</l><l n="403">νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς</l><l n="404">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l></q><l n="405">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><q type="unspecified"><l n="406">δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ</l><l n="407">βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.</l><l n="408">ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,</l><l n="409">ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.</l></q><l n="410"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="411">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="412">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε</l><l n="413">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="415">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="416">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="417">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="418">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="419">ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·</l><l n="420">τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος</l><l n="421">Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.</l><l n="423">τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,</l><l n="424">κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·</l><l n="425">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι</l><l n="426">σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.</l><l n="427">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="428">βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.</l></div><div n="19" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="2">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·</l><l n="3">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω</l><l n="5">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="6">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="7">ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει</l><l n="8">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="9">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="10">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων</l><l n="11">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="12">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="13">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q></q><l n="14"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="15">ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="16"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι
                     γυναῖκας,</l><l n="17">ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς</l><l n="18">καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει</l><l n="19">πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.</l><l n="20">νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="22">αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο</l><l n="23">οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.</l><l n="24">ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;</l><l n="25">δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.</l></q><l n="26"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="27">ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε</l><l n="28">χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.</l><l n="30">κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.</l><l n="31">τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς</l><l n="32">ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας</l><l n="33">ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,</l><l n="34">χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.</l><l n="35">δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·</l><q type="unspecified"><l n="36"><milestone unit="para" ed="P"/>ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν
                     ὁρῶμαι.</l><l n="37">ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,</l><l n="38">εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες</l><l n="39">φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.</l><l n="40">ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="41"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="42">σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·</l><l n="43">αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.</l><l n="44">ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,</l><l n="45">ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·</l><l n="46">ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="48">κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,</l><l n="49">ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="50">ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.</l><l n="51">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="52">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.</l><l n="53"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="54">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.</l><l n="55">τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,</l><l n="56">δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων</l><l n="57">ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε</l><l n="58">προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.</l><l n="59">ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.</l><l n="60">ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.</l><l n="61">αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας</l><l n="62">καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·</l><l n="63">πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν</l><l n="64">νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.</l><l n="65">ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·</l><q type="unspecified"><l n="66">ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα</l><l n="67">δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;</l><l n="68">ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·</l><l n="69">ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.</l></q><l n="70"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="71">δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;</l><l n="72">ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="73">πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.</l><l n="74">τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι</l><l n="75">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="76">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="77">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="78">ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ</l><l n="79">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><l n="80">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·</l><l n="81">τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς</l><l n="82">ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·</l><l n="83">μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,</l><l n="84">ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.</l><l n="85">εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,</l><l n="86">ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,</l><l n="87">Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν</l><l n="88">λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.</l></q><milestone n="89" unit="card" ed="p"/><l n="89"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,</l><l n="90">ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="91"><milestone unit="para" ed="P"/>πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με
                     λήθεις</l><l n="92">ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·</l><l n="93">πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς</l><l n="94">ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν</l><l n="95">ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="97">Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="98">ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ</l><l n="99">ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.</l></q><l n="100">ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα</l><l n="101">δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·</l><l n="102">ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="104"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="105">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><l n="106"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="107">ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="108">νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,</l><l n="109">ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς</l><l n="110">ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων</l><l n="111">εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα</l><l n="112">πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,</l><l n="113">τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς</l><l n="114">ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.</l><l n="115">τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,</l><l n="116">μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,</l><l n="117">μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων</l><l n="118">μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ</l><l n="119">οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε</l><l n="120">ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·</l><l n="121">μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,</l><l n="122">φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="124">ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="125">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="126">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς</l><l n="127">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="128">μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="129">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="130">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="131">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="132">οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,</l><l n="133">οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="134">τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων</l><l n="135">οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·</l><l n="136">ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.</l><l n="137">οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.</l><l n="138">φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,</l><l n="139">στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,</l><l n="140">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·</l><q type="unspecified"><l n="141"><milestone unit="para" ed="P"/>κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="142">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="143">ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—</l><l n="144">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="145">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·</l><l n="146">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="147">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="148" unit="card" ed="p"/><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="149">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,</l><l n="150">νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.</l><l n="151">ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·</l><l n="152">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="153">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="154">καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,</l><l n="155">εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.</l><l n="156">ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·</l><l n="157">νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην</l><l n="158">μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες</l><l n="159">γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,</l><l n="160">γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα</l><l n="161">οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.</l><l n="162">ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.</l><l n="163">οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.</l></q><l n="164"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="165">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="166">οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;</l><l n="167">ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις</l><l n="168">πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης</l><l n="169">ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,</l><l n="170">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·</l><l n="171">ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="172">Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,</l><l n="173">καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι</l><l n="174">πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.</l><l n="175">ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,</l><l n="176">ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,</l><l n="177">Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.</l><l n="178">τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως</l><l n="179">ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,</l><l n="180">πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος</l><l n="181">Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="182">ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω</l><l n="183">ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,</l><l n="184">ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.</l><l n="185">ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.</l><l n="186">καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,</l><l n="187">ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·</l><l n="188">στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,</l><l n="189">ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.</l><milestone n="190" unit="card" ed="p"/><l n="190">αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·</l><l n="191">ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.</l><l n="192">τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς</l><l n="193">οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.</l><l n="194">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="195">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·</l><l n="196">καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,</l><l n="197">δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας</l><l n="198">καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.</l><l n="199">ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·</l><l n="200">εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ</l><l n="201">εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.</l><l n="202">τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·</l><l n="204">τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·</l><l n="205">ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,</l><l n="206">ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·</l><l n="207">τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·</l><l n="208">ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,</l><l n="209">κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="210">θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,</l><l n="211">ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος</l><l n="212">ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.</l><l n="213">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="214">ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,</l><l n="216">εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι</l><l n="217">ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.</l><l n="218">εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,</l><l n="219">αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.</l></q><l n="220"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="221">ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα</l><l n="222">εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν</l><l n="223">ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·</l><l n="224">αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.</l><l n="225">χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,</l><l n="226">διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο</l><l n="227">αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·</l><l n="228">ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,</l><l n="229">ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,</l><l n="230">ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,</l><l n="231">αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.</l><l n="232">τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,</l><l n="233">οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>