<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.372-18.413</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.372-18.413</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="372">αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,</l><l n="373">ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="374">τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·</l><l n="375">τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.</l><l n="376">εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων</l><l n="377">σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε</l><l n="378">καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,</l><l n="379">τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,</l><l n="380">οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.</l><l n="381">ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·</l><l n="382">καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,</l><l n="383">οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.</l><l n="384">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="385">αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,</l><l n="386">φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.</l></q><l n="387"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="388">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="389"><milestone unit="para" ed="P"/>ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ
                     ἀγορεύεις</l><l n="390">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="391">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="392">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="393">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l></q><milestone n="394" unit="card" ed="p"/><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="395">Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,</l><l n="396">Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα</l><l n="397">δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,</l><l n="398">αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.</l><l n="399">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="400">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="401"><milestone unit="para" ed="P"/>αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι</l><l n="402">πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.</l><l n="403">νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς</l><l n="404">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l></q><l n="405">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><q type="unspecified"><l n="406">δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ</l><l n="407">βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.</l><l n="408">ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,</l><l n="409">ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.</l></q><l n="410"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="411">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="412">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε</l><l n="413">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>