<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.361-18.383</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.361-18.383</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="361">εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.</l><l n="362">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις</l><l n="363">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον</l><l n="364">βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.</l></q><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="366">Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο</l><l n="367">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,</l><l n="368">ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,</l><l n="369">καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου</l><l n="370">νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.</l><l n="371">εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,</l><l n="372">αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,</l><l n="373">ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="374">τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·</l><l n="375">τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.</l><l n="376">εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων</l><l n="377">σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε</l><l n="378">καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,</l><l n="379">τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,</l><l n="380">οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.</l><l n="381">ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·</l><l n="382">καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,</l><l n="383">οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>