<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.342-18.364</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.342-18.364</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><l n="342">ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.</l><l n="343">αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν</l><l n="344">ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ</l><l n="345">ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.</l><l n="346"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="347">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="348">δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.</l><l n="349">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,</l><l n="350">κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="352">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="353">οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·</l><l n="354">ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ</l><l n="355">κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·</l><q type="unspecified"><l n="357">ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,</l><l n="358">ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—</l><l n="359">αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;</l><l n="360">ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,</l><l n="361">εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.</l><l n="362">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις</l><l n="363">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον</l><l n="364">βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>