<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.319-18.341</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.319-18.341</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="319">οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ
                  ἴδοντο.</l><l n="321">τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,</l><l n="322">τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,</l><l n="323">παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·</l><l n="324">ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,</l><l n="325">ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.</l><l n="326">ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·</l><q type="unspecified"><l n="327"><milestone unit="para" ed="P"/>ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος
                     ἐσσί,</l><l n="328">οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,</l><l n="329">ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,</l><l n="330">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="331">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="332">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="333">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l><l n="334">μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,</l><l n="335">ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι</l><l n="336">δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.</l></q><milestone n="337" unit="card" ed="p"/><l n="337"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="338">ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,</l><l n="339">κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.</l></q><l n="340"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.</l><l n="341">βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>