<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.292-18.314</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.292-18.314</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><l n="292">Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,</l><l n="293">ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι</l><l n="294">χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.</l><l n="295">ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.</l><l n="296">χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.</l><l n="297">ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,</l><l n="298">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="299">ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος</l><l n="300">ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.</l><l n="301">ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.</l><l n="302">ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,</l><l n="303">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα</l><l n="304"><milestone unit="para" ed="P"/>οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="305">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="306">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.</l><l n="307">αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,</l><l n="308">ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,</l><l n="309">αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,</l><l n="310">καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον</l><l n="311">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν</l><l n="312">αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="313"><milestone unit="para" ed="P"/>δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,</l><l n="314">ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>