<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.287-18.393</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.287-18.393</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="287">δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·</l><l n="288">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="289">πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·</l><l n="291">δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.</l><l n="292">Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,</l><l n="293">ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι</l><l n="294">χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.</l><l n="295">ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.</l><l n="296">χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.</l><l n="297">ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,</l><l n="298">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="299">ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος</l><l n="300">ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.</l><l n="301">ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.</l><l n="302">ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,</l><l n="303">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα</l><l n="304"><milestone unit="para" ed="P"/>οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="305">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="306">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.</l><l n="307">αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,</l><l n="308">ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,</l><l n="309">αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,</l><l n="310">καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον</l><l n="311">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν</l><l n="312">αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="313"><milestone unit="para" ed="P"/>δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,</l><l n="314">ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·</l><l n="315">τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν</l><l n="316">ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·</l><l n="317">αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.</l><l n="318">ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,</l><l n="319">οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ
                  ἴδοντο.</l><l n="321">τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,</l><l n="322">τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,</l><l n="323">παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·</l><l n="324">ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,</l><l n="325">ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.</l><l n="326">ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·</l><q type="unspecified"><l n="327"><milestone unit="para" ed="P"/>ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος
                     ἐσσί,</l><l n="328">οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,</l><l n="329">ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,</l><l n="330">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="331">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="332">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="333">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l><l n="334">μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,</l><l n="335">ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι</l><l n="336">δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.</l></q><milestone n="337" unit="card" ed="p"/><l n="337"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="338">ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,</l><l n="339">κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.</l></q><l n="340"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.</l><l n="341">βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης</l><l n="342">ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.</l><l n="343">αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν</l><l n="344">ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ</l><l n="345">ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.</l><l n="346"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="347">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="348">δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.</l><l n="349">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,</l><l n="350">κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="352">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="353">οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·</l><l n="354">ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ</l><l n="355">κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·</l><q type="unspecified"><l n="357">ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,</l><l n="358">ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—</l><l n="359">αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;</l><l n="360">ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,</l><l n="361">εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.</l><l n="362">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις</l><l n="363">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον</l><l n="364">βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.</l></q><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="366">Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο</l><l n="367">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,</l><l n="368">ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,</l><l n="369">καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου</l><l n="370">νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.</l><l n="371">εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,</l><l n="372">αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,</l><l n="373">ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="374">τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·</l><l n="375">τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.</l><l n="376">εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων</l><l n="377">σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε</l><l n="378">καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,</l><l n="379">τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,</l><l n="380">οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.</l><l n="381">ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·</l><l n="382">καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,</l><l n="383">οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.</l><l n="384">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="385">αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,</l><l n="386">φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.</l></q><l n="387"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="388">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="389"><milestone unit="para" ed="P"/>ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ
                     ἀγορεύεις</l><l n="390">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="391">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="392">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="393">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>