<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.258-18.288</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.258-18.288</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="258">δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/>ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="260">ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·</l><l n="261">καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,</l><l n="262">ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν</l><l n="263">ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα</l><l n="264">ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.</l><l n="265">τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω</l><l n="266">αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="267">μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν</l><l n="268">ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·</l><l n="269">αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,</l><l n="270">γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.</l></q><l n="271"><milestone unit="para" ed="P"/>κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα
                     τελεῖται.</l><l n="272">νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει</l><l n="273">οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.</l><l n="274">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="275">μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·</l><l n="276">οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα</l><l n="277">μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,</l><l n="278">αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,</l><l n="279">κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·</l><l n="280">ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.</l></q><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="282">οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν</l><l n="283">μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.</l><l n="284"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,</l><q type="unspecified"><l n="285">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="286">δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,</l><l n="287">δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·</l><l n="288">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>