<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.246-18.287</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.246-18.287</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="246">εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,</l><l n="247">πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν</l><l n="248">ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν</l><l n="249">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="251">Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="252">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="253">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.</l><l n="254">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="255">μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="256">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="257">ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,</l><l n="258">δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/>ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="260">ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·</l><l n="261">καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,</l><l n="262">ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν</l><l n="263">ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα</l><l n="264">ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.</l><l n="265">τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω</l><l n="266">αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="267">μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν</l><l n="268">ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·</l><l n="269">αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,</l><l n="270">γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.</l></q><l n="271"><milestone unit="para" ed="P"/>κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα
                     τελεῖται.</l><l n="272">νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει</l><l n="273">οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.</l><l n="274">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="275">μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·</l><l n="276">οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα</l><l n="277">μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,</l><l n="278">αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,</l><l n="279">κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·</l><l n="280">ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.</l></q><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="282">οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν</l><l n="283">μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.</l><l n="284"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,</l><q type="unspecified"><l n="285">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="286">δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,</l><l n="287">δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>