<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.187-18.293</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.187-18.293</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><l n="187"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="188">κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,</l><l n="189">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα</l><l n="190">αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων</l><l n="191">ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.</l><l n="192">κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν</l><l n="193">ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια</l><l n="194">χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·</l><l n="195">καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="196">λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.</l><l n="197">ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,</l><l n="198">ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο</l><l n="199">φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,</l><l n="200">καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·</l><q type="unspecified"><l n="201"><milestone unit="para" ed="P"/>ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ
                     ἐκάλυψεν.</l><l n="202">αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ</l><l n="203">αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν</l><l n="204">αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο</l><l n="205">παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.</l></q><milestone n="206" unit="card" ed="p"/><l n="206"><milestone unit="para" ed="P"/>ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="207">οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="208">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="209">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="210">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="211">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="212">τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,</l><l n="213">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="214">ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ
                     νόημα·</l><l n="216">παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·</l><l n="217">νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,</l><l n="218">καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,</l><l n="219">ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,</l><l n="220">οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.</l><l n="221">οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,</l><l n="222">ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.</l><l n="223">πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν</l><l n="224">ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;</l><l n="225">σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.</l></q><l n="226"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="227">μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="229">ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="230">ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·</l><l n="231">ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος</l><l n="232">οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.</l><l n="233">οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη</l><l n="234">μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.</l><l n="235">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="236">οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι</l><l n="237">νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,</l><l n="238">οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,</l><l n="239">ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="240">ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,</l><l n="241">οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι</l><l n="242">οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.</l></q><l n="243"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="244">Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="246">εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,</l><l n="247">πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν</l><l n="248">ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν</l><l n="249">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="251">Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="252">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="253">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.</l><l n="254">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="255">μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="256">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="257">ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,</l><l n="258">δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/>ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="260">ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·</l><l n="261">καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,</l><l n="262">ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν</l><l n="263">ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα</l><l n="264">ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.</l><l n="265">τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω</l><l n="266">αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="267">μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν</l><l n="268">ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·</l><l n="269">αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,</l><l n="270">γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.</l></q><l n="271"><milestone unit="para" ed="P"/>κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα
                     τελεῖται.</l><l n="272">νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει</l><l n="273">οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.</l><l n="274">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="275">μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·</l><l n="276">οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα</l><l n="277">μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,</l><l n="278">αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,</l><l n="279">κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·</l><l n="280">ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.</l></q><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="282">οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν</l><l n="283">μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.</l><l n="284"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,</l><q type="unspecified"><l n="285">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="286">δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,</l><l n="287">δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·</l><l n="288">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="289">πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·</l><l n="291">δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.</l><l n="292">Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,</l><l n="293">ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>