<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.178-19.27</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.178-19.27</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="178">Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,</l><l n="179">χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·</l><l n="180">ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,</l><l n="181">ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.</l><l n="182">ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι</l><l n="183">ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·</l><l n="184">οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.</l></q><l n="185"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="186">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="187"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="188">κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,</l><l n="189">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα</l><l n="190">αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων</l><l n="191">ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.</l><l n="192">κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν</l><l n="193">ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια</l><l n="194">χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·</l><l n="195">καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="196">λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.</l><l n="197">ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,</l><l n="198">ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο</l><l n="199">φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,</l><l n="200">καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·</l><q type="unspecified"><l n="201"><milestone unit="para" ed="P"/>ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ
                     ἐκάλυψεν.</l><l n="202">αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ</l><l n="203">αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν</l><l n="204">αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο</l><l n="205">παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.</l></q><milestone n="206" unit="card" ed="p"/><l n="206"><milestone unit="para" ed="P"/>ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="207">οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="208">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="209">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="210">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="211">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="212">τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,</l><l n="213">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="214">ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ
                     νόημα·</l><l n="216">παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·</l><l n="217">νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,</l><l n="218">καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,</l><l n="219">ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,</l><l n="220">οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.</l><l n="221">οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,</l><l n="222">ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.</l><l n="223">πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν</l><l n="224">ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;</l><l n="225">σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.</l></q><l n="226"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="227">μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="229">ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="230">ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·</l><l n="231">ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος</l><l n="232">οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.</l><l n="233">οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη</l><l n="234">μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.</l><l n="235">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="236">οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι</l><l n="237">νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,</l><l n="238">οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,</l><l n="239">ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="240">ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,</l><l n="241">οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι</l><l n="242">οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.</l></q><l n="243"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="244">Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="246">εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,</l><l n="247">πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν</l><l n="248">ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν</l><l n="249">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="251">Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="252">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="253">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.</l><l n="254">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="255">μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="256">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="257">ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,</l><l n="258">δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/>ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="260">ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·</l><l n="261">καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,</l><l n="262">ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν</l><l n="263">ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα</l><l n="264">ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.</l><l n="265">τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω</l><l n="266">αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="267">μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν</l><l n="268">ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·</l><l n="269">αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,</l><l n="270">γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.</l></q><l n="271"><milestone unit="para" ed="P"/>κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα
                     τελεῖται.</l><l n="272">νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει</l><l n="273">οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.</l><l n="274">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="275">μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·</l><l n="276">οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα</l><l n="277">μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,</l><l n="278">αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,</l><l n="279">κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·</l><l n="280">ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.</l></q><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="282">οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν</l><l n="283">μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.</l><l n="284"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,</l><q type="unspecified"><l n="285">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="286">δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,</l><l n="287">δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·</l><l n="288">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="289">πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·</l><l n="291">δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.</l><l n="292">Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,</l><l n="293">ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι</l><l n="294">χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.</l><l n="295">ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.</l><l n="296">χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.</l><l n="297">ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,</l><l n="298">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="299">ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος</l><l n="300">ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.</l><l n="301">ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.</l><l n="302">ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,</l><l n="303">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα</l><l n="304"><milestone unit="para" ed="P"/>οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="305">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="306">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.</l><l n="307">αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,</l><l n="308">ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,</l><l n="309">αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,</l><l n="310">καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον</l><l n="311">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν</l><l n="312">αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="313"><milestone unit="para" ed="P"/>δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,</l><l n="314">ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·</l><l n="315">τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν</l><l n="316">ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·</l><l n="317">αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.</l><l n="318">ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,</l><l n="319">οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ
                  ἴδοντο.</l><l n="321">τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,</l><l n="322">τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,</l><l n="323">παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·</l><l n="324">ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,</l><l n="325">ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.</l><l n="326">ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·</l><q type="unspecified"><l n="327"><milestone unit="para" ed="P"/>ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος
                     ἐσσί,</l><l n="328">οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,</l><l n="329">ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,</l><l n="330">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="331">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="332">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="333">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l><l n="334">μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,</l><l n="335">ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι</l><l n="336">δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.</l></q><milestone n="337" unit="card" ed="p"/><l n="337"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="338">ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,</l><l n="339">κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.</l></q><l n="340"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.</l><l n="341">βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης</l><l n="342">ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.</l><l n="343">αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν</l><l n="344">ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ</l><l n="345">ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.</l><l n="346"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="347">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="348">δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.</l><l n="349">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,</l><l n="350">κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="352">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="353">οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·</l><l n="354">ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ</l><l n="355">κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·</l><q type="unspecified"><l n="357">ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,</l><l n="358">ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—</l><l n="359">αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;</l><l n="360">ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,</l><l n="361">εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.</l><l n="362">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις</l><l n="363">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον</l><l n="364">βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.</l></q><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="366">Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο</l><l n="367">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,</l><l n="368">ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,</l><l n="369">καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου</l><l n="370">νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.</l><l n="371">εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,</l><l n="372">αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,</l><l n="373">ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="374">τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·</l><l n="375">τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.</l><l n="376">εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων</l><l n="377">σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε</l><l n="378">καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,</l><l n="379">τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,</l><l n="380">οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.</l><l n="381">ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·</l><l n="382">καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,</l><l n="383">οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.</l><l n="384">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="385">αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,</l><l n="386">φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.</l></q><l n="387"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="388">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="389"><milestone unit="para" ed="P"/>ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ
                     ἀγορεύεις</l><l n="390">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="391">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="392">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="393">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l></q><milestone n="394" unit="card" ed="p"/><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="395">Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,</l><l n="396">Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα</l><l n="397">δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,</l><l n="398">αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.</l><l n="399">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="400">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="401"><milestone unit="para" ed="P"/>αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι</l><l n="402">πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.</l><l n="403">νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς</l><l n="404">ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.</l></q><l n="405">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο</l><q type="unspecified"><l n="406">δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ</l><l n="407">βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.</l><l n="408">ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,</l><l n="409">ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.</l></q><l n="410"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="411">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="412">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε</l><l n="413">Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·</l><q type="unspecified"><l n="414"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="415">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="416">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="417">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="418">ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,</l><l n="419">ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·</l><l n="420">τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος</l><l n="421">Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.</l></q><l n="422"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.</l><l n="423">τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,</l><l n="424">κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·</l><l n="425">νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι</l><l n="426">σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.</l><l n="427">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,</l><l n="428">βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.</l></div><div n="19" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="2">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·</l><l n="3">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="4"><milestone unit="para" ed="P"/>Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω</l><l n="5">πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι</l><l n="6">παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·</l><q type="unspecified"><l n="7">ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει</l><l n="8">οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,</l><l n="9">ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.</l><l n="10">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων</l><l n="11">μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,</l><l n="12">ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα</l><l n="13">καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.</l></q></q><l n="14"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,</l><l n="15">ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·</l><q type="unspecified"><l n="16"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι
                     γυναῖκας,</l><l n="17">ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς</l><l n="18">καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει</l><l n="19">πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.</l><l n="20">νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·</l><q type="unspecified"><l n="22">αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο</l><l n="23">οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.</l><l n="24">ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;</l><l n="25">δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.</l></q><l n="26"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="27">ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>