<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.165-18.247</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.165-18.247</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="165">μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·</l><l n="166">παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,</l><l n="167">μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,</l><l n="168">οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.</l></q><milestone n="169" unit="card" ed="p"/><l n="169"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="170">ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.</l><l n="171">ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="172">χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·</l><l n="173">μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα</l><l n="174">ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.</l><l n="175">ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα</l><l n="176">ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="178">Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,</l><l n="179">χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·</l><l n="180">ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,</l><l n="181">ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.</l><l n="182">ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι</l><l n="183">ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·</l><l n="184">οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.</l></q><l n="185"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="186">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="187"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="188">κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,</l><l n="189">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα</l><l n="190">αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων</l><l n="191">ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.</l><l n="192">κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν</l><l n="193">ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια</l><l n="194">χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·</l><l n="195">καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="196">λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.</l><l n="197">ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,</l><l n="198">ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο</l><l n="199">φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,</l><l n="200">καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·</l><q type="unspecified"><l n="201"><milestone unit="para" ed="P"/>ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ
                     ἐκάλυψεν.</l><l n="202">αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ</l><l n="203">αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν</l><l n="204">αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο</l><l n="205">παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.</l></q><milestone n="206" unit="card" ed="p"/><l n="206"><milestone unit="para" ed="P"/>ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="207">οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="208">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="209">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="210">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="211">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="212">τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,</l><l n="213">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="214">ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ
                     νόημα·</l><l n="216">παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·</l><l n="217">νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,</l><l n="218">καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,</l><l n="219">ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,</l><l n="220">οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.</l><l n="221">οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,</l><l n="222">ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.</l><l n="223">πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν</l><l n="224">ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;</l><l n="225">σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.</l></q><l n="226"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="227">μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="229">ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="230">ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·</l><l n="231">ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος</l><l n="232">οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.</l><l n="233">οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη</l><l n="234">μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.</l><l n="235">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="236">οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι</l><l n="237">νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,</l><l n="238">οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,</l><l n="239">ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="240">ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,</l><l n="241">οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι</l><l n="242">οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.</l></q><l n="243"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="244">Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="246">εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,</l><l n="247">πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>