<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.16-18.38</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.16-18.38</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="16">οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.</l><l n="17">οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ</l><l n="18">ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης</l><l n="19">ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.</l><l n="20">χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,</l><l n="21">μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω</l><l n="22">αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη</l><l n="23">αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω</l><l n="24">δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l></q><l n="25">τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·</l><q type="unspecified"><l n="26">ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,</l><l n="27">γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην</l><l n="28">κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας</l><l n="29">γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.</l><l n="30">ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε</l><l n="31">μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;</l></q><l n="32"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων</l><l n="33">οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.</l><l n="34">τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,</l><l n="35">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·</l><q type="unspecified"><l n="36"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,</l><l n="37">οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.</l><l n="38">ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>