<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.158-18.214</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.158-18.214</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><l n="158"><milestone unit="para" ed="P"/>τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="159">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="160">μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα</l><l n="161">θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο</l><l n="162">μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.</l><l n="163">ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="164"><milestone unit="para" ed="P"/>Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος
                     γε,</l><l n="165">μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·</l><l n="166">παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,</l><l n="167">μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,</l><l n="168">οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.</l></q><milestone n="169" unit="card" ed="p"/><l n="169"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="170">ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.</l><l n="171">ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="172">χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·</l><l n="173">μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα</l><l n="174">ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.</l><l n="175">ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα</l><l n="176">ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="178">Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,</l><l n="179">χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·</l><l n="180">ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,</l><l n="181">ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.</l><l n="182">ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι</l><l n="183">ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·</l><l n="184">οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.</l></q><l n="185"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="186">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="187"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="188">κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,</l><l n="189">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα</l><l n="190">αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων</l><l n="191">ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.</l><l n="192">κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν</l><l n="193">ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια</l><l n="194">χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·</l><l n="195">καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="196">λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.</l><l n="197">ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,</l><l n="198">ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο</l><l n="199">φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,</l><l n="200">καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·</l><q type="unspecified"><l n="201"><milestone unit="para" ed="P"/>ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ
                     ἐκάλυψεν.</l><l n="202">αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ</l><l n="203">αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν</l><l n="204">αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο</l><l n="205">παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.</l></q><milestone n="206" unit="card" ed="p"/><l n="206"><milestone unit="para" ed="P"/>ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="207">οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="208">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="209">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="210">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="211">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="212">τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,</l><l n="213">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="214">ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>