<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.141-18.157</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.141-18.157</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="141">τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,</l><l n="142">ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.</l><l n="143">οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,</l><l n="144">κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν</l><l n="145">ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης</l><l n="146">δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων</l><l n="147">οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,</l><l n="148">ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·</l><l n="149">οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω</l><l n="150">μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.</l></q><l n="151"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,</l><l n="152">ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.</l><l n="153">αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,</l><l n="154">νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.</l><l n="155">ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη</l><l n="156">Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.</l><l n="157">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>