<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.137-18.401</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:18.137-18.401</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="18" type="textpart" subtype="book"><q type="unspecified"><l n="137">οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="138">καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,</l><l n="139">πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,</l><l n="140">πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.</l><l n="141">τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,</l><l n="142">ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.</l><l n="143">οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,</l><l n="144">κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν</l><l n="145">ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης</l><l n="146">δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων</l><l n="147">οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,</l><l n="148">ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·</l><l n="149">οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω</l><l n="150">μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.</l></q><l n="151"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,</l><l n="152">ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.</l><l n="153">αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,</l><l n="154">νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.</l><l n="155">ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη</l><l n="156">Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.</l><l n="157">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="158"><milestone unit="para" ed="P"/>τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="159">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="160">μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα</l><l n="161">θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο</l><l n="162">μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.</l><l n="163">ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="164"><milestone unit="para" ed="P"/>Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος
                     γε,</l><l n="165">μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·</l><l n="166">παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,</l><l n="167">μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,</l><l n="168">οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.</l></q><milestone n="169" unit="card" ed="p"/><l n="169"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="170">ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.</l><l n="171">ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="172">χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·</l><l n="173">μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα</l><l n="174">ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.</l><l n="175">ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα</l><l n="176">ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="178">Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,</l><l n="179">χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·</l><l n="180">ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,</l><l n="181">ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.</l><l n="182">ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι</l><l n="183">ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·</l><l n="184">οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.</l></q><l n="185"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="186">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="187"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="188">κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,</l><l n="189">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα</l><l n="190">αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων</l><l n="191">ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.</l><l n="192">κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν</l><l n="193">ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια</l><l n="194">χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·</l><l n="195">καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="196">λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.</l><l n="197">ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,</l><l n="198">ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο</l><l n="199">φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,</l><l n="200">καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·</l><q type="unspecified"><l n="201"><milestone unit="para" ed="P"/>ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ
                     ἐκάλυψεν.</l><l n="202">αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ</l><l n="203">αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν</l><l n="204">αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο</l><l n="205">παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.</l></q><milestone n="206" unit="card" ed="p"/><l n="206"><milestone unit="para" ed="P"/>ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="207">οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="208">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="209">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="210">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="211">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="212">τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,</l><l n="213">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="214">ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ
                     νόημα·</l><l n="216">παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·</l><l n="217">νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,</l><l n="218">καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,</l><l n="219">ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,</l><l n="220">οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.</l><l n="221">οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,</l><l n="222">ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.</l><l n="223">πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν</l><l n="224">ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;</l><l n="225">σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.</l></q><l n="226"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="227">μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="229">ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="230">ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·</l><l n="231">ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος</l><l n="232">οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.</l><l n="233">οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη</l><l n="234">μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.</l><l n="235">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="236">οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι</l><l n="237">νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,</l><l n="238">οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,</l><l n="239">ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="240">ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,</l><l n="241">οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι</l><l n="242">οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.</l></q><l n="243"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="244">Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="246">εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,</l><l n="247">πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν</l><l n="248">ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν</l><l n="249">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="251">Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="252">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="253">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.</l><l n="254">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="255">μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="256">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="257">ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,</l><l n="258">δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·</l><q type="unspecified"><l n="259"><milestone unit="para" ed="P"/>ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="260">ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·</l><l n="261">καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,</l><l n="262">ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν</l><l n="263">ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα</l><l n="264">ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.</l><l n="265">τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω</l><l n="266">αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="267">μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν</l><l n="268">ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·</l><l n="269">αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,</l><l n="270">γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.</l></q><l n="271"><milestone unit="para" ed="P"/>κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα
                     τελεῖται.</l><l n="272">νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει</l><l n="273">οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.</l><l n="274">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="275">μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·</l><l n="276">οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα</l><l n="277">μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,</l><l n="278">αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,</l><l n="279">κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·</l><l n="280">ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.</l></q><l n="281"><milestone unit="para" ed="P"/>ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="282">οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν</l><l n="283">μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.</l><l n="284"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,</l><q type="unspecified"><l n="285">κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="286">δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,</l><l n="287">δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·</l><l n="288">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="289">πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.</l></q><milestone n="290" unit="card" ed="p"/><l n="290"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·</l><l n="291">δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.</l><l n="292">Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,</l><l n="293">ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι</l><l n="294">χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.</l><l n="295">ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.</l><l n="296">χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.</l><l n="297">ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,</l><l n="298">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="299">ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος</l><l n="300">ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.</l><l n="301">ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.</l><l n="302">ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,</l><l n="303">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα</l><l n="304"><milestone unit="para" ed="P"/>οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν</l><l n="305">τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.</l><l n="306">τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.</l><l n="307">αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,</l><l n="308">ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,</l><l n="309">αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,</l><l n="310">καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον</l><l n="311">δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν</l><l n="312">αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="313"><milestone unit="para" ed="P"/>δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,</l><l n="314">ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·</l><l n="315">τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν</l><l n="316">ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·</l><l n="317">αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.</l><l n="318">ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,</l><l n="319">οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ
                  ἴδοντο.</l><l n="321">τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,</l><l n="322">τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,</l><l n="323">παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·</l><l n="324">ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,</l><l n="325">ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.</l><l n="326">ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·</l><q type="unspecified"><l n="327"><milestone unit="para" ed="P"/>ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος
                     ἐσσί,</l><l n="328">οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,</l><l n="329">ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,</l><l n="330">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="331">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="332">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="333">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l><l n="334">μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,</l><l n="335">ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι</l><l n="336">δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.</l></q><milestone n="337" unit="card" ed="p"/><l n="337"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="338">ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,</l><l n="339">κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.</l></q><l n="340"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.</l><l n="341">βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης</l><l n="342">ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.</l><l n="343">αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν</l><l n="344">ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ</l><l n="345">ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.</l><l n="346"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="347">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="348">δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.</l><l n="349">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,</l><l n="350">κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="352">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="353">οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·</l><l n="354">ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ</l><l n="355">κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.</l></q><l n="356"><milestone unit="para" ed="P"/>ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·</l><q type="unspecified"><l n="357">ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,</l><l n="358">ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—</l><l n="359">αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;</l><l n="360">ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,</l><l n="361">εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.</l><l n="362">ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις</l><l n="363">ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον</l><l n="364">βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.</l></q><milestone n="365" unit="card" ed="p"/><l n="365"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="366">Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο</l><l n="367">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,</l><l n="368">ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,</l><l n="369">καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου</l><l n="370">νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.</l><l n="371">εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,</l><l n="372">αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,</l><l n="373">ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,</l><l n="374">τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·</l><l n="375">τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.</l><l n="376">εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων</l><l n="377">σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε</l><l n="378">καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,</l><l n="379">τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,</l><l n="380">οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.</l><l n="381">ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·</l><l n="382">καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,</l><l n="383">οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.</l><l n="384">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="385">αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,</l><l n="386">φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.</l></q><l n="387"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,</l><l n="388">καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="389"><milestone unit="para" ed="P"/>ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ
                     ἀγορεύεις</l><l n="390">θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ</l><l n="391">ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ</l><l n="392">τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.</l><l n="393">ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;</l></q><milestone n="394" unit="card" ed="p"/><l n="394"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="395">Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,</l><l n="396">Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα</l><l n="397">δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,</l><l n="398">αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.</l><l n="399">μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,</l><l n="400">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="401"><milestone unit="para" ed="P"/>αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>