<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.96-17.137</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.96-17.137</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="96">μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο</l><l n="97">κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.</l><l n="98">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,</l><l n="99">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="100">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="101"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα</l><l n="102">λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,</l><l n="103">αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="104">ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,</l><l n="105">πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,</l><l n="106">νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.</l></q><l n="107"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="108">τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.</l><l n="109">ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·</l><l n="110">δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν</l><l n="111">ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν</l><l n="112">ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος</l><l n="113">ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.</l><l n="114">αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,</l><l n="115">ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·</l><l n="116">ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,</l><l n="117">ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.</l><l n="118">ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ</l><l n="119">Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.</l><milestone n="120" unit="card" ed="p"/><l n="120">εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="121">ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·</l><l n="122">αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·</l><l n="123">καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·</l><q type="unspecified"><l n="124"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν
                        εὐνῇ</l><l n="125">ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.</l><l n="126">ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος</l><l n="127">νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς</l><l n="128">κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα</l><l n="129">βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,</l><l n="130">ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,</l><l n="131">ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.</l><l n="132">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="133">τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ</l><l n="134">ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,</l><l n="135">κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,</l><l n="136">τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·</l><l n="137">πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>