<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.72-17.105</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.72-17.105</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="72">ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="73">Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.</l><l n="74">τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="75"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα
                     γυναῖκας,</l><l n="76">ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.</l></q><l n="77"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="78">Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.</l><l n="79">εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι</l><l n="80">λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,</l><l n="81">αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·</l><l n="82">εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,</l><l n="83">δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.</l></q><milestone n="84" unit="card" ed="p"/><l n="84"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.</l><l n="85">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="86">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="87">ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.</l><l n="88">τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="89">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,</l><l n="90">ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.</l><l n="91">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="92">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l><l n="93">νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.</l><l n="94">σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,</l><l n="95">εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.</l><l n="96">μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο</l><l n="97">κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.</l><l n="98">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,</l><l n="99">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="100">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="101"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα</l><l n="102">λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,</l><l n="103">αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="104">ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,</l><l n="105">πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>