<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.64-17.92</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.64-17.92</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="64">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.</l><l n="65">ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο</l><l n="66">ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.</l><l n="67">αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,</l><l n="68">ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,</l><l n="69">οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,</l><l n="70">ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.</l><l n="71">τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν</l><l n="72">ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="73">Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.</l><l n="74">τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="75"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα
                     γυναῖκας,</l><l n="76">ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.</l></q><l n="77"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="78">Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.</l><l n="79">εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι</l><l n="80">λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,</l><l n="81">αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·</l><l n="82">εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,</l><l n="83">δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.</l></q><milestone n="84" unit="card" ed="p"/><l n="84"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.</l><l n="85">αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,</l><l n="86">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="87">ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.</l><l n="88">τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,</l><l n="89">ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,</l><l n="90">ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.</l><l n="91">χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα</l><l n="92">καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>