<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.588-18.253</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.588-18.253</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="588">ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.</l></q><l n="589"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς</l><l n="590">μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="591">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,</l><l n="592">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="593"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα
                     φυλάξων,</l><l n="594">σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="595">αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ</l><l n="596">μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,</l><l n="597">τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.</l></q><l n="598"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="599">ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·</l><l n="600">ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·</l><l n="601">αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.</l></q><l n="602"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου,</l><l n="603">πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος</l><l n="604">βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,</l><l n="605">πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ</l><l n="606">τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.</l></div><div n="18" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ</l><l n="2">πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ</l><l n="3">ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς</l><l n="4">οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.</l><l n="5">Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ</l><l n="6">ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,</l><l n="7">οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·</l><l n="8">ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,</l><l n="9">καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="10"><milestone unit="para" ed="P"/>εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς
                     ἕλκῃ.</l><l n="11">οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,</l><l n="12">ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.</l><l n="13">ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.</l></q><l n="14"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="15">δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,</l><l n="16">οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.</l><l n="17">οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ</l><l n="18">ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης</l><l n="19">ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.</l><l n="20">χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,</l><l n="21">μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω</l><l n="22">αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη</l><l n="23">αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω</l><l n="24">δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l></q><l n="25">τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·</l><q type="unspecified"><l n="26">ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,</l><l n="27">γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην</l><l n="28">κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας</l><l n="29">γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.</l><l n="30">ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε</l><l n="31">μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;</l></q><l n="32"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων</l><l n="33">οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.</l><l n="34">τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,</l><l n="35">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·</l><q type="unspecified"><l n="36"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,</l><l n="37">οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.</l><l n="38">ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν</l><l n="39">χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.</l></q><l n="40"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,</l><l n="41">ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.</l><l n="42">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω.</l><l n="44">γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ</l><l n="45">κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·</l><l n="46">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,</l><l n="47">τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·</l><l n="48">αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον</l><l n="49">πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.</l></q><milestone n="50" unit="card" ed="p"/><l n="50"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="51">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="52"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι</l><l n="53">ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ</l><l n="54">ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.</l><l n="55">ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,</l><l n="56">μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ</l><l n="57">πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.</l></q><l n="58"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς
                  ἐκέλευεν.</l><l n="59">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="60">τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="61"><milestone unit="para" ed="P"/>ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="62">τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν</l><l n="63">δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·</l><l n="64">ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,</l><l n="65">Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="67">ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς</l><l n="68">καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι</l><l n="69">στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη</l><l n="70">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.</l><l n="71">μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·</l><l n="72">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l><q type="unspecified"><l n="73"><milestone unit="para" ed="P"/>ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,</l><l n="74">οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.</l></q><l n="75"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.</l><l n="76">ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ</l><l n="77">δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.</l><l n="78">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,</l><l n="80">εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,</l><l n="81">ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.</l><l n="82">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="83">αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,</l><l n="84">πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,</l><l n="85">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,</l><l n="86">ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,</l><l n="87">μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.</l></q><milestone n="88" unit="card" ed="p"/><l n="88"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε
                  γυῖα.</l><l n="89">ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.</l><l n="90">δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς</l><l n="91">ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,</l><l n="92">ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.</l><l n="93">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,</l><l n="94">ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.</l><l n="95">δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον</l><l n="96">Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω</l><l n="97">ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,</l><l n="98">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας</l><l n="99">λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ</l><l n="100">χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="101">ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,</l><l n="102">αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς</l><l n="103">εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,</l><l n="104">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="105"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,</l><l n="106">μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι</l><l n="107">λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.</l></q><l n="108"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,</l><l n="109">πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.</l><l n="110">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω</l><l n="111">ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,</l><l n="113">ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,</l><l n="114">ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας</l><l n="115">ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε</l><l n="116">εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.</l></q><l n="117"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.</l><l n="118">Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,</l><l n="119">ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ</l><l n="120">ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας</l><l n="121">καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·</l><q type="unspecified"><l n="122"><milestone unit="para" ed="P"/>χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ
                     ὀπίσσω</l><l n="123">ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.</l></q><milestone n="124" unit="card" ed="p"/><l n="124"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="125">Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·</l><l n="126">τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,</l><l n="127">Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·</l><l n="128">τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.</l><l n="129">τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="130">οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,</l><l n="131">πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.</l><l n="132">οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,</l><l n="133">ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·</l><l n="134">ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,</l><l n="135">καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·</l><l n="136">τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων</l><l n="137">οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="138">καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,</l><l n="139">πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,</l><l n="140">πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.</l><l n="141">τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,</l><l n="142">ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.</l><l n="143">οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,</l><l n="144">κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν</l><l n="145">ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης</l><l n="146">δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων</l><l n="147">οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,</l><l n="148">ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·</l><l n="149">οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω</l><l n="150">μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.</l></q><l n="151"><milestone unit="para" ed="P"/>ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,</l><l n="152">ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.</l><l n="153">αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,</l><l n="154">νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.</l><l n="155">ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη</l><l n="156">Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.</l><l n="157">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="158"><milestone unit="para" ed="P"/>τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="159">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="160">μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα</l><l n="161">θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο</l><l n="162">μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.</l><l n="163">ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="164"><milestone unit="para" ed="P"/>Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος
                     γε,</l><l n="165">μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·</l><l n="166">παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,</l><l n="167">μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,</l><l n="168">οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.</l></q><milestone n="169" unit="card" ed="p"/><l n="169"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="170">ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.</l><l n="171">ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,</l><l n="172">χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·</l><l n="173">μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα</l><l n="174">ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.</l><l n="175">ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα</l><l n="176">ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.</l></q><l n="177"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="178">Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,</l><l n="179">χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·</l><l n="180">ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,</l><l n="181">ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.</l><l n="182">ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι</l><l n="183">ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·</l><l n="184">οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.</l></q><l n="185"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="186">ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.</l><l n="187"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="188">κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,</l><l n="189">εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα</l><l n="190">αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων</l><l n="191">ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.</l><l n="192">κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν</l><l n="193">ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια</l><l n="194">χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·</l><l n="195">καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,</l><l n="196">λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.</l><l n="197">ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,</l><l n="198">ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο</l><l n="199">φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,</l><l n="200">καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·</l><q type="unspecified"><l n="201"><milestone unit="para" ed="P"/>ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ
                     ἐκάλυψεν.</l><l n="202">αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ</l><l n="203">αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν</l><l n="204">αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο</l><l n="205">παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.</l></q><milestone n="206" unit="card" ed="p"/><l n="206"><milestone unit="para" ed="P"/>ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="207">οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.</l><l n="208">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="209">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="210">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·</l><l n="211">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="212">τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,</l><l n="213">πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.</l><l n="214">ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·</l><q type="unspecified"><l n="215"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ
                     νόημα·</l><l n="216">παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·</l><l n="217">νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,</l><l n="218">καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,</l><l n="219">ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,</l><l n="220">οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.</l><l n="221">οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,</l><l n="222">ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.</l><l n="223">πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν</l><l n="224">ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;</l><l n="225">σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.</l></q><l n="226"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="227">μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·</l><l n="228">αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="229">ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="230">ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·</l><l n="231">ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος</l><l n="232">οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.</l><l n="233">οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη</l><l n="234">μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.</l><l n="235">αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,</l><l n="236">οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι</l><l n="237">νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,</l><l n="238">οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,</l><l n="239">ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν</l><l n="240">ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,</l><l n="241">οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι</l><l n="242">οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.</l></q><l n="243"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><l n="244">Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,</l><l n="246">εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,</l><l n="247">πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν</l><l n="248">ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν</l><l n="249">εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.</l></q><milestone n="250" unit="card" ed="p"/><l n="250"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="251">Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="252">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="253">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>