<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.585-18.9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.585-18.9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="585">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="586">οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·</l><l n="587">οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων</l><l n="588">ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.</l></q><l n="589"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς</l><l n="590">μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="591">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,</l><l n="592">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="593"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα
                     φυλάξων,</l><l n="594">σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="595">αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ</l><l n="596">μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,</l><l n="597">τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.</l></q><l n="598"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="599">ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·</l><l n="600">ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·</l><l n="601">αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.</l></q><l n="602"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου,</l><l n="603">πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος</l><l n="604">βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,</l><l n="605">πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ</l><l n="606">τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.</l></div><div n="18" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ</l><l n="2">πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ</l><l n="3">ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς</l><l n="4">οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.</l><l n="5">Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ</l><l n="6">ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,</l><l n="7">οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·</l><l n="8">ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,</l><l n="9">καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>