<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.572-18.72</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.572-18.72</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="572">ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι</l><l n="573">λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.</l></q><l n="574"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.</l><l n="575">τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="576"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν
                     ἀλήτης;</l><l n="577">ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως</l><l n="578">αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.</l></q><l n="579"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="580">μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,</l><l n="581">ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.</l><l n="582">ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.</l><l n="583">καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,</l><l n="584">οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.</l></q><l n="585">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="586">οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·</l><l n="587">οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων</l><l n="588">ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.</l></q><l n="589"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς</l><l n="590">μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="591">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,</l><l n="592">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="593"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα
                     φυλάξων,</l><l n="594">σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="595">αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ</l><l n="596">μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,</l><l n="597">τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.</l></q><l n="598"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="599">ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·</l><l n="600">ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·</l><l n="601">αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.</l></q><l n="602"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ
                  δίφρου,</l><l n="603">πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος</l><l n="604">βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,</l><l n="605">πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ</l><l n="606">τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.</l></div><div n="18" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ</l><l n="2">πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ</l><l n="3">ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς</l><l n="4">οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.</l><l n="5">Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ</l><l n="6">ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,</l><l n="7">οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·</l><l n="8">ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,</l><l n="9">καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="10"><milestone unit="para" ed="P"/>εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς
                     ἕλκῃ.</l><l n="11">οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,</l><l n="12">ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.</l><l n="13">ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.</l></q><l n="14"><milestone unit="para" ed="P"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="15">δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,</l><l n="16">οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.</l><l n="17">οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ</l><l n="18">ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης</l><l n="19">ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.</l><l n="20">χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,</l><l n="21">μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω</l><l n="22">αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη</l><l n="23">αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω</l><l n="24">δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.</l></q><l n="25">τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·</l><q type="unspecified"><l n="26">ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,</l><l n="27">γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην</l><l n="28">κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας</l><l n="29">γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.</l><l n="30">ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε</l><l n="31">μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;</l></q><l n="32"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων</l><l n="33">οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.</l><l n="34">τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,</l><l n="35">ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·</l><q type="unspecified"><l n="36"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,</l><l n="37">οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.</l><l n="38">ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν</l><l n="39">χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.</l></q><l n="40"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,</l><l n="41">ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.</l><l n="42">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω.</l><l n="44">γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ</l><l n="45">κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·</l><l n="46">ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,</l><l n="47">τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·</l><l n="48">αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον</l><l n="49">πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.</l></q><milestone n="50" unit="card" ed="p"/><l n="50"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="51">τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="52"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι</l><l n="53">ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ</l><l n="54">ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.</l><l n="55">ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,</l><l n="56">μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ</l><l n="57">πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.</l></q><l n="58"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς
                  ἐκέλευεν.</l><l n="59">αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,</l><l n="60">τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="61"><milestone unit="para" ed="P"/>ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ</l><l n="62">τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν</l><l n="63">δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·</l><l n="64">ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,</l><l n="65">Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.</l></q><l n="66"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ
                  Ὀδυσσεὺς</l><l n="67">ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς</l><l n="68">καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι</l><l n="69">στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη</l><l n="70">ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.</l><l n="71">μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·</l><l n="72">ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>