<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.555-17.575</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.555-17.575</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="555">ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.</l><l n="556">εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,</l><l n="557">ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα</l><l n="558">χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον</l><l n="559">γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.</l></q><milestone n="560" unit="card" ed="p"/><l n="560"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="561">Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι</l><l n="562">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·</l><l n="563">οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.</l><l n="564">ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,</l><l n="565">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="566">καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα</l><l n="567">οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,</l><l n="568">οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.</l><l n="569">τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι</l><l n="570">μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·</l><l n="571">καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,</l><l n="572">ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι</l><l n="573">λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.</l></q><l n="574"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.</l><l n="575">τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>