<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.525-17.597</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.525-17.597</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="525">προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,</l><l n="526">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="527">ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.</l></q><l n="528"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="529">ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.</l><l n="530">οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.</l><l n="531">ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.</l><l n="532">αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,</l><l n="533">σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,</l><l n="534">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="535">βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,</l><l n="536">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,</l><l n="537">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="538">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="539">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="540">αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.</l></q><l n="541"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ
                  δῶμα</l><l n="542">σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,</l><l n="543">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="544"><milestone unit="para" ed="P"/>ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.</l><l n="545">οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;</l><l n="546">τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο</l><l n="547">πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.</l><l n="548">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="549">αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,</l><l n="550">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.</l></q><l n="551"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν·</l><l n="552">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="553"><milestone unit="para" ed="P"/>ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,</l><l n="554">μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς</l><l n="555">ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.</l><l n="556">εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,</l><l n="557">ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα</l><l n="558">χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον</l><l n="559">γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.</l></q><milestone n="560" unit="card" ed="p"/><l n="560"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="561">Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι</l><l n="562">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·</l><l n="563">οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.</l><l n="564">ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,</l><l n="565">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="566">καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα</l><l n="567">οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,</l><l n="568">οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.</l><l n="569">τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι</l><l n="570">μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·</l><l n="571">καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,</l><l n="572">ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι</l><l n="573">λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.</l></q><l n="574"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.</l><l n="575">τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·</l><q type="unspecified"><l n="576"><milestone unit="para" ed="P"/>οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν
                     ἀλήτης;</l><l n="577">ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως</l><l n="578">αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.</l></q><l n="579"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·</l><q type="unspecified"><l n="580">μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,</l><l n="581">ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.</l><l n="582">ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.</l><l n="583">καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,</l><l n="584">οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.</l></q><l n="585">τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="586">οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·</l><l n="587">οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων</l><l n="588">ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.</l></q><l n="589"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς</l><l n="590">μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="591">αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,</l><l n="592">ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·</l><q type="unspecified"><l n="593"><milestone unit="para" ed="P"/>ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα
                     φυλάξων,</l><l n="594">σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.</l><l n="595">αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ</l><l n="596">μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,</l><l n="597">τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>