<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.507-17.548</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.507-17.548</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="507">ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="508"><milestone unit="para" ed="P"/>ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι</l><l n="509">ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι</l><l n="510">εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται</l><l n="511">ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα</l><q type="unspecified"><l n="513">εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·</l><l n="514">οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.</l><l n="515">τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα</l><l n="516">ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·</l><l n="517">ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.</l><l n="518">ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ</l><l n="519">ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,</l><l n="520">τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·</l><l n="521">ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.</l><l n="522">φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,</l><l n="523">Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.</l><l n="524">ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,</l><l n="525">προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,</l><l n="526">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="527">ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.</l></q><l n="528"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="529">ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.</l><l n="530">οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.</l><l n="531">ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.</l><l n="532">αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,</l><l n="533">σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,</l><l n="534">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="535">βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,</l><l n="536">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,</l><l n="537">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="538">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="539">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="540">αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.</l></q><l n="541"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ
                  δῶμα</l><l n="542">σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,</l><l n="543">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="544"><milestone unit="para" ed="P"/>ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.</l><l n="545">οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;</l><l n="546">τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο</l><l n="547">πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.</l><l n="548">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>