<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.474-17.515</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.474-17.515</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="474">οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.</l><l n="475">ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,</l><l n="476">Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="478">ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,</l><l n="479">μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,</l><l n="480">ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.</l></q><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν·</l><l n="482">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,</l><l n="484">οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.</l><l n="485">καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,</l><l n="486">παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,</l><l n="487">ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.</l></q><l n="488"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="489">Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε</l><l n="490">βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,</l><l n="491">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="492"><milestone unit="para" ed="P"/>τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια</l><l n="493">βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="494">αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.</l></q><l n="495">τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="496">εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·</l><l n="497">οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.</l></q><l n="498"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="499">μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·</l><l n="500">Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.</l><l n="501">ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα</l><l n="502">ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·</l><l n="503">ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,</l><l n="504">οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.</l></q><milestone n="505" unit="card" ed="p"/><l n="505"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,</l><l n="506">ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·</l><l n="507">ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="508"><milestone unit="para" ed="P"/>ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι</l><l n="509">ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι</l><l n="510">εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται</l><l n="511">ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα</l><q type="unspecified"><l n="513">εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·</l><l n="514">οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.</l><l n="515">τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>