<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.466-17.496</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.466-17.496</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="466">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην</l><l n="467">θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·</l><q type="unspecified"><l n="468"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="469">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="470">οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,</l><l n="471">ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι</l><l n="472">βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·</l><l n="473">αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,</l><l n="474">οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.</l><l n="475">ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,</l><l n="476">Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="478">ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,</l><l n="479">μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,</l><l n="480">ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.</l></q><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν·</l><l n="482">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,</l><l n="484">οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.</l><l n="485">καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,</l><l n="486">παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,</l><l n="487">ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.</l></q><l n="488"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="489">Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε</l><l n="490">βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,</l><l n="491">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="492"><milestone unit="para" ed="P"/>τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια</l><l n="493">βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="494">αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.</l></q><l n="495">τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="496">εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>