<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.465-17.571</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.465-17.571</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><l n="465">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="466">ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην</l><l n="467">θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·</l><q type="unspecified"><l n="468"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,</l><l n="469">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="470">οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,</l><l n="471">ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι</l><l n="472">βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·</l><l n="473">αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,</l><l n="474">οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.</l><l n="475">ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,</l><l n="476">Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.</l></q><l n="477"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="478">ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,</l><l n="479">μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,</l><l n="480">ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.</l></q><l n="481"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως
                  νεμέσησαν·</l><l n="482">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="483"><milestone unit="para" ed="P"/>Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,</l><l n="484">οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.</l><l n="485">καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,</l><l n="486">παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,</l><l n="487">ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.</l></q><l n="488"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="489">Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε</l><l n="490">βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,</l><l n="491">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="492"><milestone unit="para" ed="P"/>τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια</l><l n="493">βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·</l><q type="unspecified"><l n="494">αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.</l></q><l n="495">τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="496">εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·</l><l n="497">οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.</l></q><l n="498"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="499">μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·</l><l n="500">Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.</l><l n="501">ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα</l><l n="502">ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·</l><l n="503">ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,</l><l n="504">οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.</l></q><milestone n="505" unit="card" ed="p"/><l n="505"><milestone unit="para" ed="P"/>ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,</l><l n="506">ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·</l><l n="507">ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·</l><q type="unspecified"><l n="508"><milestone unit="para" ed="P"/>ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι</l><l n="509">ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι</l><l n="510">εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται</l><l n="511">ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.</l></q><l n="512"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα</l><q type="unspecified"><l n="513">εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·</l><l n="514">οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.</l><l n="515">τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα</l><l n="516">ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·</l><l n="517">ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.</l><l n="518">ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ</l><l n="519">ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,</l><l n="520">τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·</l><l n="521">ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.</l><l n="522">φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,</l><l n="523">Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.</l><l n="524">ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,</l><l n="525">προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,</l><l n="526">ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,</l><l n="527">ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.</l></q><l n="528"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="529">ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.</l><l n="530">οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.</l><l n="531">ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.</l><l n="532">αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,</l><l n="533">σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,</l><l n="534">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="535">βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,</l><l n="536">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,</l><l n="537">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="538">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="539">εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,</l><l n="540">αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.</l></q><l n="541"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ
                  δῶμα</l><l n="542">σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,</l><l n="543">αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="544"><milestone unit="para" ed="P"/>ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.</l><l n="545">οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;</l><l n="546">τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο</l><l n="547">πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.</l><l n="548">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="549">αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,</l><l n="550">ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.</l></q><l n="551"><milestone unit="para" ed="P"/>ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον
                  ἄκουσεν·</l><l n="552">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="553"><milestone unit="para" ed="P"/>ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,</l><l n="554">μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς</l><l n="555">ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.</l><l n="556">εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,</l><l n="557">ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα</l><l n="558">χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον</l><l n="559">γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.</l></q><milestone n="560" unit="card" ed="p"/><l n="560"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·</l><q type="unspecified"><l n="561">Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι</l><l n="562">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·</l><l n="563">οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.</l><l n="564">ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,</l><l n="565">τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.</l><l n="566">καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα</l><l n="567">οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,</l><l n="568">οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.</l><l n="569">τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι</l><l n="570">μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·</l><l n="571">καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>