<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.404-17.434</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:17.404-17.434</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="17" type="textpart" subtype="book"><q type="unspecified"><l n="404">αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.</l></q><l n="405">τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="406">Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.</l><l n="407">εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,</l><l n="408">καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.</l></q><l n="409"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης</l><l n="410">κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·</l><l n="411">οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην</l><l n="412">σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς</l><l n="413">αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·</l><l n="414">στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="415"><milestone unit="para" ed="P"/>δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος
                     Ἀχαιῶν</l><l n="416">ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.</l><l n="417">τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι</l><l n="418">σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.</l><l n="419">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="420">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="421">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="422">ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ</l><l n="423">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><milestone n="424" unit="card" ed="p"/><l n="424">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—</l><l n="425">ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν</l><l n="426">Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.</l><l n="427">στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.</l><l n="428">ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους</l><l n="429">αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,</l><l n="430">ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.</l><l n="431">οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,</l><l n="432">αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς</l><l n="433">πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,</l><l n="434">αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>